Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. δῶκε δʼ ἄρα σπλάγχνων μοίρας, ἐν δʼ οἶνον ἔχευεν
  2. χρυσείῳ δέπαϊ· δειδισκόμενος δὲ προσηύδα
  3. Παλλάδʼ Ἀθηναίην κούρην Διὸς αἰγιόχοιο·
  4. εὔχεο νῦν, ὦ ξεῖνε, Ποσειδάωνι ἄνακτι·
  5. τοῦ γὰρ καὶ δαίτης ἠντήσατε δεῦρο μολόντες.
  6. αὐτὰρ ἐπὴν σπείσῃς τε καὶ εὔξεαι, ἣ θέμις ἐστί,
  7. δὸς καὶ τούτῳ ἔπειτα δέπας μελιηδέος οἴνου
  8. σπεῖσαι, ἐπεὶ καὶ τοῦτον ὀίομαι ἀθανάτοισιν
  9. εὔχεσθαι· πάντες δὲ θεῶν χατέουσʼ ἄνθρωποι.