Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. οἴσουσι κλέος εὐρὺ καὶ ἐσσομένοισι πυθέσθαι·
  2. αἲ γὰρ ἐμοὶ τοσσήνδε θεοὶ δύναμιν περιθεῖεν,
  3. τίσασθαι μνηστῆρας ὑπερβασίης ἀλεγεινῆς,
  4. οἵ τέ μοι ὑβρίζοντες ἀτάσθαλα μηχανόωνται.
  5. ἀλλʼ οὔ μοι τοιοῦτον ἐπέκλωσαν θεοὶ ὄλβον,
  6. πατρί τʼ ἐμῷ καὶ ἐμοί· νῦν δὲ χρὴ τετλάμεν ἔμπης.
  7. τὸν δʼ ἠμείβετʼ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ·
  8. ὦ φίλʼ, ἐπεὶ δὴ ταῦτά μʼ ἀνέμνησας καὶ ἔειπες,