Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ὡς ἀγαθὸν καὶ παῖδα καταφθιμένοιο λιπέσθαι
  2. ἀνδρός, ἐπεὶ καὶ κεῖνος ἐτίσατο πατροφονῆα,
  3. Αἴγισθον δολόμητιν, ὅ οἱ πατέρα κλυτὸν ἔκτα.
  4. καὶ σὺ φίλος, μάλα γάρ σʼ ὁρόω καλόν τε μέγαν τε,
  5. ἄλκιμος ἔσσʼ, ἵνα τίς σε καὶ ὀψιγόνων ἐὺ εἴπῃ.
  6. τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
  7. ὦ Νέστορ Νηληϊάδη, μέγα κῦδος Ἀχαιῶν,
  8. καὶ λίην κεῖνος μὲν ἐτίσατο, καί οἱ Ἀχαιοὶ