Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. Ἀτρεΐδην δὲ καὶ αὐτοὶ ἀκούετε, νόσφιν ἐόντες,
  2. ὥς τʼ ἦλθʼ, ὥς τʼ Αἴγισθος ἐμήσατο λυγρὸν ὄλεθρον.
  3. ἀλλʼ ἦ τοι κεῖνος μὲν ἐπισμυγερῶς ἀπέτισεν·
  4. ὡς ἀγαθὸν καὶ παῖδα καταφθιμένοιο λιπέσθαι
  5. ἀνδρός, ἐπεὶ καὶ κεῖνος ἐτίσατο πατροφονῆα,
  6. Αἴγισθον δολόμητιν, ὅ οἱ πατέρα κλυτὸν ἔκτα.
  7. καὶ σὺ φίλος, μάλα γάρ σʼ ὁρόω καλόν τε μέγαν τε,
  8. ἄλκιμος ἔσσʼ, ἵνα τίς σε καὶ ὀψιγόνων ἐὺ εἴπῃ.
  9. τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
  10. ὦ Νέστορ Νηληϊάδη, μέγα κῦδος Ἀχαιῶν,
  11. καὶ λίην κεῖνος μὲν ἐτίσατο, καί οἱ Ἀχαιοὶ
  12. οἴσουσι κλέος εὐρὺ καὶ ἐσσομένοισι πυθέσθαι·
  13. αἲ γὰρ ἐμοὶ τοσσήνδε θεοὶ δύναμιν περιθεῖεν,
  14. τίσασθαι μνηστῆρας ὑπερβασίης ἀλεγεινῆς,
  15. οἵ τέ μοι ὑβρίζοντες ἀτάσθαλα μηχανόωνται.
  16. ἀλλʼ οὔ μοι τοιοῦτον ἐπέκλωσαν θεοὶ ὄλβον,
  17. πατρί τʼ ἐμῷ καὶ ἐμοί· νῦν δὲ χρὴ τετλάμεν ἔμπης.
  18. τὸν δʼ ἠμείβετʼ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ·
  19. ὦ φίλʼ, ἐπεὶ δὴ ταῦτά μʼ ἀνέμνησας καὶ ἔειπες,
  20. φασὶ μνηστῆρας σῆς μητέρος εἵνεκα πολλοὺς
  21. ἐν μεγάροις ἀέκητι σέθεν κακὰ μηχανάασθαι·
  22. εἰπέ μοι, ἠὲ ἑκὼν ὑποδάμνασαι, ἦ σέ γε λαοὶ
  23. ἐχθαίρουσʼ ἀνὰ δῆμον, ἐπισπόμενοι θεοῦ ὀμφῇ.
  24. τίς δʼ οἶδʼ εἴ κέ ποτέ σφι βίας ἀποτίσεται ἐλθών,
  25. ἢ ὅ γε μοῦνος ἐὼν ἢ καὶ σύμπαντες Ἀχαιοί;