ὀψὲ δὲ δὴ μετὰ νῶι κίε ξανθὸς Μενέλαος,ἐν Λέσβῳ δʼ ἔκιχεν δολιχὸν πλόον ὁρμαίνοντας,ἢ καθύπερθε Χίοιο νεοίμεθα παιπαλοέσσης,νήσου ἔπι Ψυρίης, αὐτὴν ἐπʼ ἀριστέρʼ ἔχοντες,ἦ ὑπένερθε Χίοιο, παρʼ ἠνεμόεντα Μίμαντα.ᾐτέομεν δὲ θεὸν φῆναι τέρας· αὐτὰρ ὅ γʼ ἡμῖνδεῖξε, καὶ ἠνώγει πέλαγος μέσον εἰς Εὔβοιαντέμνειν, ὄφρα τάχιστα ὑπὲκ κακότητα φύγοιμεν.ὦρτο δʼ ἐπὶ λιγὺς οὖρος ἀήμεναι· αἱ δὲ μάλʼ ὦκαἰχθυόεντα κέλευθα διέδραμον, ἐς δὲ Γεραιστὸνἐννύχιαι κατάγοντο· Ποσειδάωνι δὲ ταύρωνπόλλʼ ἐπὶ μῆρʼ ἔθεμεν, πέλαγος μέγα μετρήσαντες.τέτρατον ἦμαρ ἔην, ὅτʼ ἐν Ἄργεϊ νῆας ἐίσαςΤυδεΐδεω ἕταροι Διομήδεος ἱπποδάμοιοἵστασαν· αὐτὰρ ἐγώ γε Πύλονδʼ ἔχον, οὐδέ ποτʼ ἔσβηοὖρος, ἐπεὶ δὴ πρῶτα θεὸς προέηκεν ἀῆναι.ὣς ἦλθον, φίλε τέκνον, ἀπευθής, οὐδέ τι οἶδακείνων, οἵ τʼ ἐσάωθεν Ἀχαιῶν οἵ τʼ ἀπόλοντο.ὅσσα δʼ ἐνὶ μεγάροισι καθήμενος ἡμετέροισιπεύθομαι, ἣ θέμις ἐστί, δαήσεαι, οὐδέ σε κεύσω.εὖ μὲν Μυρμιδόνας φάσʼ ἐλθέμεν ἐγχεσιμώρους,οὓς ἄγʼ Ἀχιλλῆος μεγαθύμου φαίδιμος υἱός,εὖ δὲ Φιλοκτήτην, Ποιάντιον ἀγλαὸν υἱόν.πάντας δʼ Ἰδομενεὺς Κρήτην εἰσήγαγʼ ἑταίρους,οἳ φύγον ἐκ πολέμου, πόντος δέ οἱ οὔ τινʼ ἀπηύρα.