ὦρτο δʼ ἐπὶ λιγὺς οὖρος ἀήμεναι· αἱ δὲ μάλʼ ὦκαἰχθυόεντα κέλευθα διέδραμον, ἐς δὲ Γεραιστὸνἐννύχιαι κατάγοντο· Ποσειδάωνι δὲ ταύρωνπόλλʼ ἐπὶ μῆρʼ ἔθεμεν, πέλαγος μέγα μετρήσαντες.τέτρατον ἦμαρ ἔην, ὅτʼ ἐν Ἄργεϊ νῆας ἐίσαςΤυδεΐδεω ἕταροι Διομήδεος ἱπποδάμοιοἵστασαν· αὐτὰρ ἐγώ γε Πύλονδʼ ἔχον, οὐδέ ποτʼ ἔσβηοὖρος, ἐπεὶ δὴ πρῶτα θεὸς προέηκεν ἀῆναι.ὣς ἦλθον, φίλε τέκνον, ἀπευθής, οὐδέ τι οἶδακείνων, οἵ τʼ ἐσάωθεν Ἀχαιῶν οἵ τʼ ἀπόλοντο.ὅσσα δʼ ἐνὶ μεγάροισι καθήμενος ἡμετέροισιπεύθομαι, ἣ θέμις ἐστί, δαήσεαι, οὐδέ σε κεύσω.εὖ μὲν Μυρμιδόνας φάσʼ ἐλθέμεν ἐγχεσιμώρους,οὓς ἄγʼ Ἀχιλλῆος μεγαθύμου φαίδιμος υἱός,εὖ δὲ Φιλοκτήτην, Ποιάντιον ἀγλαὸν υἱόν.πάντας δʼ Ἰδομενεὺς Κρήτην εἰσήγαγʼ ἑταίρους,οἳ φύγον ἐκ πολέμου, πόντος δέ οἱ οὔ τινʼ ἀπηύρα.Ἀτρεΐδην δὲ καὶ αὐτοὶ ἀκούετε, νόσφιν ἐόντες,