ἔπλεον, ἐστόρεσεν δὲ θεὸς μεγακήτεα πόντον.ἐς Τένεδον δʼ ἐλθόντες ἐρέξαμεν ἱρὰ θεοῖσιν,οἴκαδε ἱέμενοι· Ζεὺς δʼ οὔ πω μήδετο νόστον,σχέτλιος, ὅς ῥʼ ἔριν ὦρσε κακὴν ἔπι δεύτερον αὖτις.οἱ μὲν ἀποστρέψαντες ἔβαν νέας ἀμφιελίσσαςἀμφʼ Ὀδυσῆα ἄνακτα δαΐφρονα, ποικιλομήτην,αὖτις ἐπʼ Ἀτρεΐδῃ Ἀγαμέμνονι ἦρα φέροντες·αὐτὰρ ἐγὼ σὺν νηυσὶν ἀολλέσιν, αἵ μοι ἕποντο,φεῦγον, ἐπεὶ γίγνωσκον, ὃ δὴ κακὰ μήδετο δαίμων.φεῦγε δὲ Τυδέος υἱὸς ἀρήιος, ὦρσε δʼ ἑταίρους.ὀψὲ δὲ δὴ μετὰ νῶι κίε ξανθὸς Μενέλαος,ἐν Λέσβῳ δʼ ἔκιχεν δολιχὸν πλόον ὁρμαίνοντας,ἢ καθύπερθε Χίοιο νεοίμεθα παιπαλοέσσης,νήσου ἔπι Ψυρίης, αὐτὴν ἐπʼ ἀριστέρʼ ἔχοντες,ἦ ὑπένερθε Χίοιο, παρʼ ἠνεμόεντα Μίμαντα.ᾐτέομεν δὲ θεὸν φῆναι τέρας· αὐτὰρ ὅ γʼ ἡμῖνδεῖξε, καὶ ἠνώγει πέλαγος μέσον εἰς Εὔβοιαντέμνειν, ὄφρα τάχιστα ὑπὲκ κακότητα φύγοιμεν.