ἔνθʼ οὔ τίς ποτε μῆτιν ὁμοιωθήμεναι ἄντηνἤθελʼ, ἐπεὶ μάλα πολλὸν ἐνίκα δῖος Ὀδυσσεὺςπαντοίοισι δόλοισι, πατὴρ τεός, εἰ ἐτεόν γεκείνου ἔκγονός ἐσσι· σέβας μʼ ἔχει εἰσορόωντα.ἦ τοι γὰρ μῦθοί γε ἐοικότες, οὐδέ κε φαίηςἄνδρα νεώτερον ὧδε ἐοικότα μυθήσασθαι.ἔνθʼ ἦ τοι ἧος μὲν ἐγὼ καὶ δῖος Ὀδυσσεὺςοὔτε ποτʼ εἰν ἀγορῇ δίχʼ ἐβάζομεν οὔτʼ ἐνὶ βουλῇ,ἀλλʼ ἕνα θυμὸν ἔχοντε νόῳ καὶ ἐπίφρονι βουλῇφραζόμεθʼ Ἀργείοισιν ὅπως ὄχʼ ἄριστα γένοιτο.αὐτὰρ ἐπεὶ Πριάμοιο πόλιν διεπέρσαμεν αἰπήν,βῆμεν δʼ ἐν νήεσσι, θεὸς δʼ ἐκέδασσεν Ἀχαιούς,καὶ τότε δὴ Ζεὺς λυγρὸν ἐνὶ φρεσὶ μήδετο νόστον