ἠδʼ ὅσα καὶ περὶ ἄστυ μέγα Πριάμοιο ἄνακτοςμαρνάμεθʼ· ἔνθα δʼ ἔπειτα κατέκταθεν ὅσσοι ἄριστοι.ἔνθα μὲν Αἴας κεῖται ἀρήιος, ἔνθα δʼ Ἀχιλλεύς,ἔνθα δὲ Πάτροκλος, θεόφιν μήστωρ ἀτάλαντος,ἔνθα δʼ ἐμὸς φίλος υἱός, ἅμα κρατερὸς καὶ ἀμύμων,Ἀντίλοχος, πέρι μὲν θείειν ταχὺς ἠδὲ μαχητής·ἄλλα τε πόλλʼ ἐπὶ τοῖς πάθομεν κακά· τίς κεν ἐκεῖναπάντα γε μυθήσαιτο καταθνητῶν ἀνθρώπων;οὐδʼ εἰ πεντάετές γε καὶ ἑξάετες παραμίμνωνἐξερέοις ὅσα κεῖθι πάθον κακὰ δῖοι Ἀχαιοί·πρίν κεν ἀνιηθεὶς σὴν πατρίδα γαῖαν ἵκοιο.εἰνάετες γάρ σφιν κακὰ ῥάπτομεν ἀμφιέποντεςπαντοίοισι δόλοισι, μόγις δʼ ἐτέλεσσε Κρονίων.