Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἡρώων, ὅτε κέν ποτʼ ἀποφθιμένου βασιλῆος
  2. ζώννυνταί τε νέοι καὶ ἐπεντύνονται ἄεθλα·
  3. ἀλλά κε κεῖνα μάλιστα ἰδὼν θηήσαο θυμῷ,
  4. οἷʼ ἐπὶ σοὶ κατέθηκε θεὰ περικαλλέʼ ἄεθλα,
  5. ἀργυρόπεζα Θέτις· μάλα γὰρ φίλος ἦσθα θεοῖσιν.
  6. ὣς σὺ μὲν οὐδὲ θανὼν ὄνομʼ ὤλεσας, ἀλλά τοι αἰεὶ
  7. πάντας ἐπʼ ἀνθρώπους κλέος ἔσσεται ἐσθλόν, Ἀχιλλεῦ,
  8. αὐτὰρ ἐμοὶ τί τόδʼ ἦδος, ἐπεὶ πόλεμον τολύπευσα;
  9. ἐν νόστῳ γάρ μοι Ζεὺς μήσατο λυγρὸν ὄλεθρον
  10. Αἰγίσθου ὑπὸ χερσὶ καὶ οὐλομένης ἀλόχοιο.
  11. ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,
  12. ἀγχίμολον δέ σφʼ ἦλθε διάκτορος ἀργεϊφόντης,
  13. ψυχὰς μνηστήρων κατάγων Ὀδυσῆϊ δαμέντων,
  14. τὼ δʼ ἄρα θαμβήσαντʼ ἰθὺς κίον, ὡς ἐσιδέσθην.
  15. ἔγνω δὲ ψυχὴ Ἀγαμέμνονος Ἀτρεΐδαο
  16. παῖδα φίλον Μελανῆος, ἀγακλυτὸν Ἀμφιμέδοντα·
  17. ξεῖνος γάρ οἱ ἔην Ἰθάκῃ ἔνι οἰκία ναίων.
  18. τὸν προτέρη ψυχὴ προσεφώνεεν Ἀτρεΐδαο·
  19. Ἀμφίμεδον, τί παθόντες ἐρεμνὴν γαῖαν ἔδυτε
  20. πάντες κεκριμένοι καὶ ὁμήλικες; οὐδέ κεν ἄλλως
  21. κρινάμενος λέξαιτο κατὰ πτόλιν ἄνδρας ἀρίστους.
  22. ἦ ὔμμʼ ἐν νήεσσι Ποσειδάων ἐδάμασσεν,
  23. ὄρσας ἀργαλέους ἀνέμους καὶ κύματα μακρά;
  24. ἦ που ἀνάρσιοι ἄνδρες ἐδηλήσαντʼ ἐπὶ χέρσου
  25. βοῦς περιταμνομένους ἠδʼ οἰῶν πώεα καλά,
  26. ἠὲ περὶ πτόλιος μαχεούμενοι ἠδὲ γυναικῶν;
  27. εἰπέ μοι εἰρομένῳ· ξεῖνος δέ τοι εὔχομαι εἶναι.
  28. ἦ οὐ μέμνῃ ὅτε κεῖσε κατήλυθον ὑμέτερον δῶ,
  29. ὀτρυνέων Ὀδυσῆα σὺν ἀντιθέῳ Μενελάῳ
  30. Ἴλιον εἰς ἅμʼ ἕπεσθαι ἐϋσσέλμων ἐπὶ νηῶν;
  31. μηνὶ δʼ ἄρʼ οὔλῳ πάντα περήσαμεν εὐρέα πόντον,
  32. σπουδῇ παρπεπιθόντες Ὀδυσσῆα πτολίπορθον.
  33. τὸν δʼ αὖτε ψυχὴ προσεφώνεεν Ἀμφιμέδοντος·
  34. Ἀτρεΐδη κύδιστε, ἄναξ ἀνδρῶν Ἀγάμεμνον,
  35. μέμνημαι τάδε πάντα, διοτρεφές, ὡς ἀγορεύεις·
  36. σοὶ δʼ ἐγὼ εὖ μάλα πάντα καὶ ἀτρεκέως καταλέξω,
  37. ἡμετέρου θανάτοιο κακὸν τέλος, οἷον ἐτύχθη.
  38. μνώμεθʼ Ὀδυσσῆος δὴν οἰχομένοιο δάμαρτα·
  39. ἡ δʼ οὔτʼ ἠρνεῖτο στυγερὸν γάμον οὔτʼ ἐτελεύτα,
  40. ἡμῖν φραζομένη θάνατον καὶ κῆρα μέλαιναν,
  41. ἀλλὰ δόλον τόνδʼ ἄλλον ἐνὶ φρεσὶ μερμήριξε·
  42. στησαμένη μέγαν ἱστὸν ἐνὶ μεγάροισιν ὕφαινε,
  43. λεπτὸν καὶ περίμετρον· ἄφαρ δʼ ἡμῖν μετέειπε·
  44. κοῦροι ἐμοὶ μνηστῆρες, ἐπεὶ θάνε δῖος Ὀδυσσεύς,
  45. μίμνετʼ ἐπειγόμενοι τὸν ἐμὸν γάμον, εἰς ὅ κε φᾶρος
  46. ἐκτελέσω, μή μοι μεταμώνια νήματʼ ὄληται,
  47. Λαέρτῃ ἥρωϊ ταφήϊον, εἰς ὅτε κέν μιν
  48. μοῖρʼ ὀλοὴ καθέλῃσι τανηλεγέος θανάτοιο,
  49. μή τίς μοι κατὰ δῆμον Ἀχαιϊάδων νεμεσήσῃ,
  50. αἴ κεν ἄτερ σπείρου κεῖται πολλὰ κτεατίσσας.
  51. ὣς ἔφαθʼ, ἡμῖν δʼ αὖτʼ ἐπεπείθετο θυμὸς ἀγήνωρ.
  52. ἔνθα καὶ ἠματίη μὲν ὑφαίνεσκεν μέγαν ἱστόν,
  53. νύκτας δʼ ἀλλύεσκεν, ἐπεὶ δαΐδας παραθεῖτο.
  54. ὣς τρίετες μὲν ἔληθε δόλῳ καὶ ἔπειθεν Ἀχαιούς·
  55. ἀλλʼ ὅτε τέτρατον ἦλθεν ἔτος καὶ ἐπήλυθον ὧραι,
  56. μηνῶν φθινόντων, περὶ δʼ ἤματα πόλλʼ ἐτελέσθη,
  57. καὶ τότε δή τις ἔειπε γυναικῶν, ἣ σάφα ᾔδη,
  58. καὶ τήν γʼ ἀλλύουσαν ἐφεύρομεν ἀγλαὸν ἱστόν.
  59. ὣς τὸ μὲν ἐξετέλεσσε καὶ οὐκ ἐθέλουσʼ, ὑπʼ ἀνάγκης.
  60. εὖθʼ ἡ φᾶρος ἔδειξεν, ὑφήνασα μέγαν ἱστόν,
  61. πλύνασʼ, ἠελίῳ ἐναλίγκιον ἠὲ σελήνῃ,
  62. καὶ τότε δή ῥʼ Ὀδυσῆα κακός ποθεν ἤγαγε δαίμων
  63. ἀγροῦ ἐπʼ ἐσχατιήν, ὅθι δώματα ναῖε συβώτης.
  64. ἔνθʼ ἦλθεν φίλος υἱὸς Ὀδυσσῆος θείοιο,
  65. ἐκ Πύλου ἠμαθόεντος ἰὼν σὺν νηῒ μελαίνῃ·
  66. τὼ δὲ μνηστῆρσιν θάνατον κακὸν ἀρτύναντε
  67. ἵκοντο προτὶ ἄστυ περικλυτόν, ἦ τοι Ὀδυσσεὺς
  68. ὕστερος, αὐτὰρ Τηλέμαχος πρόσθʼ ἡγεμόνευε.
  69. τὸν δὲ συβώτης ἦγε κακὰ χροῒ εἵματʼ ἔχοντα,
  70. πτωχῷ λευγαλέῳ ἐναλίγκιον ἠδὲ γέροντι
  71. σκηπτόμενον· τὰ δὲ λυγρὰ περὶ χροῒ εἵματα ἕστο·
  72. οὐδέ τις ἡμείων δύνατο γνῶναι τὸν ἐόντα
  73. ἐξαπίνης προφανέντʼ, οὐδʼ οἳ προγενέστεροι ἦσαν,
  74. ἀλλʼ ἔπεσίν τε κακοῖσιν ἐνίσσομεν ἠδὲ βολῇσιν.
  75. αὐτὰρ ὁ τῆος ἐτόλμα ἐνὶ μεγάροισιν ἑοῖσι
  76. βαλλόμενος καὶ ἐνισσόμενος τετληότι θυμῷ·
  77. ἀλλʼ ὅτε δή μιν ἔγειρε Διὸς νοός αἰγιόχοιο,
  78. σὺν μὲν Τηλεμάχῳ περικαλλέα τεύχεʼ ἀείρας
  79. ἐς θάλαμον κατέθηκε καὶ ἐκλήϊσεν ὀχῆας,
  80. αὐτὰρ ὁ ἣν ἄλοχον πολυκερδείῃσιν ἄνωγε
  81. τόξον μνηστήρεσσι θέμεν πολιόν τε σίδηρον,
  82. ἡμῖν αἰνομόροισιν ἀέθλια καὶ φόνου ἀρχήν.
  83. οὐδέ τις ἡμείων δύνατο κρατεροῖο βιοῖο
  84. νευρὴν ἐντανύσαι, πολλὸν δʼ ἐπιδευέες ἦμεν.
  85. ἀλλʼ ὅτε χεῖρας ἵκανεν Ὀδυσσῆος μέγα τόξον,
  86. ἔνθʼ ἡμεῖς μὲν πάντες ὁμοκλέομεν ἐπέεσσι
  87. τόξον μὴ δόμεναι, μηδʼ εἰ μάλα πολλʼ ἀγορεύοι·
  88. Τηλέμαχος δέ μιν οἶος ἐποτρύνων ἐκέλευσεν.
  89. αὐτὰρ ὁ δέξατο χειρὶ πολύτλας δῖος Ὀδυσσεύς,
  90. ῥηϊδίως δʼ ἐτάνυσσε βιόν, διὰ δʼ ἧκε σιδήρου,
  91. στῆ δʼ ἄρʼ ἐπʼ οὐδὸν ἰών, ταχέας δʼ ἐκχεύατʼ ὀϊστοὺς
  92. δεινὸν παπταίνων, βάλε δʼ Ἀντίνοον βασιλῆα.
  93. αὐτὰρ ἔπειτʼ ἄλλοις ἐφίει βέλεα στονόεντα,
  94. ἄντα τιτυσκόμενος· τοὶ δʼ ἀγχιστῖνοι ἔπιπτον.
  95. γνωτὸν δʼ ἦν ὅ ῥά τίς σφι θεῶν ἐπιτάρροθος ἦεν·
  96. αὐτίκα γὰρ κατὰ δώματʼ ἐπισπόμενοι μένεϊ σφῷ
  97. κτεῖνον ἐπιστροφάδην, τῶν δὲ στόνος ὤρνυτʼ ἀεικὴς
  98. κράτων τυπτομένων, δάπεδον δʼ ἅπαν αἵματι θῦεν.
  99. ὣς ἡμεῖς, Ἀγάμεμνον, ἀπωλόμεθʼ, ὧν ἔτι καὶ νῦν
  100. σώματʼ ἀκηδέα κεῖται ἐνὶ μεγάροις Ὀδυσῆος·
  101. οὐ γάρ πω ἴσασι φίλοι κατὰ δώμαθʼ ἑκάστου,
  102. οἵ κʼ ἀπονίψαντες μέλανα βρότον ἐξ ὠτειλέων
  103. κατθέμενοι γοάοιεν· ὃ γὰρ γέρας ἐστὶ θανόντων.
  104. τὸν δʼ αὖτε ψυχὴ προσεφώνεεν Ἀτρεΐδαο·
  105. ὄλβιε Λαέρταο πάϊ, πολυμήχανʼ Ὀδυσσεῦ,
  106. ἦ ἄρα σὺν μεγάλῃ ἀρετῇ ἐκτήσω ἄκοιτιν.
  107. ὡς ἀγαθαὶ φρένες ἦσαν ἀμύμονι Πηνελοπείῃ,
  108. κούρῃ Ἰκαρίου· ὡς εὖ μέμνητʼ Ὀδυσῆος,
  109. ἀνδρὸς κουριδίου· τῷ οἱ κλέος οὔ ποτʼ ὀλεῖται
  110. ἧς ἀρετῆς, τεύξουσι δʼ ἐπιχθονίοισιν ἀοιδὴν
  111. ἀθάνατοι χαρίεσσαν ἐχέφρονι Πηνελοπείῃ,
  112. οὐχ ὡς Τυνδαρέου κούρη κακὰ μήσατο ἔργα,
  113. κουρίδιον κτείνασα πόσιν, στυγερὴ δέ τʼ ἀοιδὴ
  114. ἔσσετʼ ἐπʼ ἀνθρώπους, χαλεπὴν δέ τε φῆμιν ὀπάσσει
  115. θηλυτέρῃσι γυναιξί, καὶ ἥ κʼ εὐεργὸς ἔῃσιν.
  116. ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,
  117. ἑσταότʼ εἰν Ἀΐδαο δόμοις, ὑπὸ κεύθεσι γαίης·
  118. οἱ δʼ ἐπεὶ ἐκ πόλιος κατέβαν, τάχα δʼ ἀγρὸν ἵκοντο
  119. καλὸν Λαέρταο τετυγμένον, ὅν ῥά ποτʼ αὐτὸς
  120. Λαέρτης κτεάτισσεν, ἐπεὶ μάλα πόλλʼ ἐμόγησεν.
  121. ἔνθα οἱ οἶκος ἔην, περὶ δὲ κλίσιον θέε πάντη,
  122. ἐν τῷ σιτέσκοντο καὶ ἵζανον ἠδὲ ἴαυον
  123. δμῶες ἀναγκαῖοι, τοί οἱ φίλα ἐργάζοντο.
  124. ἐν δὲ γυνὴ Σικελὴ γρηῢς πέλεν, ἥ ῥα γέροντα
  125. ἐνδυκέως κομέεσκεν ἐπʼ ἀγροῦ, νόσφι πόληος.
  126. ἔνθʼ Ὀδυσεὺς δμώεσσι καὶ υἱέϊ μῦθον ἔειπεν·
  127. ὑμεῖς μὲν νῦν ἔλθετʼ ἐϋκτίμενον δόμον εἴσω,
  128. δεῖπνον δʼ αἶψα συῶν ἱερεύσατε ὅς τις ἄριστος·
  129. αὐτὰρ ἐγὼ πατρὸς πειρήσομαι ἡμετέροιο,
  130. αἴ κέ μʼ ἐπιγνώῃ καὶ φράσσεται ὀφθαλμοῖσιν,
  131. ἦέ κεν ἀγνοιῇσι, πολὺν χρόνον ἀμφὶς ἐόντα.
  132. ὣς εἰπὼν δμώεσσιν ἀρήϊα τεύχεʼ ἔδωκεν.
  133. οἱ μὲν ἔπειτα δόμονδε θοῶς κίον, αὐτὰρ Ὀδυσσεὺς
  134. ἆσσον ἴεν πολυκάρπου ἀλωῆς πειρητίζων.
  135. οὐδʼ εὗρεν Δολίον, μέγαν ὄρχατον ἐσκαταβαίνων,
  136. οὐδέ τινα δμώων οὐδʼ υἱῶν· ἀλλʼ ἄρα τοί γε
  137. αἱμασιὰς λέξοντες ἀλωῆς ἔμμεναι ἕρκος
  138. ᾤχοντʼ, αὐτὰρ ὁ τοῖσι γέρων ὁδὸν ἡγεμόνευε.
  139. τὸν δʼ οἶον πατέρʼ εὗρεν ἐϋκτιμένῃ ἐν ἀλωῇ,
  140. λιστρεύοντα φυτόν· ῥυπόωντα δὲ ἕστο χιτῶνα
  141. ῥαπτὸν ἀεικέλιον, περὶ δὲ κνήμῃσι βοείας
  142. κνημῖδας ῥαπτὰς δέδετο, γραπτῦς ἀλεείνων,
  143. χειρῖδάς τʼ ἐπὶ χερσὶ βάτων ἕνεκʼ· αὐτὰρ ὕπερθεν
  144. αἰγείην κυνέην κεφαλῇ ἔχε, πένθος ἀέξων.
  145. τὸν δʼ ὡς οὖν ἐνόησε πολύτλας δῖος Ὀδυσσεὺς
  146. γήραϊ τειρόμενον, μέγα δὲ φρεσὶ πένθος ἔχοντα,
  147. στὰς ἄρʼ ὑπὸ βλωθρὴν ὄγχνην κατὰ δάκρυον εἶβε.
  148. μερμήριξε δʼ ἔπειτα κατὰ φρένα καὶ κατὰ θυμὸν
  149. κύσσαι καὶ περιφῦναι ἑὸν πατέρʼ, ἠδὲ ἕκαστα
  150. εἰπεῖν, ὡς ἔλθοι καὶ ἵκοιτʼ ἐς πατρίδα γαῖαν,
  151. ἦ πρῶτʼ ἐξερέοιτο ἕκαστά τε πειρήσαιτο.
  152. ὧδε δέ οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι,
  153. πρῶτον κερτομίοις ἐπέεσσιν πειρηθῆναι.
  154. τὰ φρονέων ἰθὺς κίεν αὐτοῦ δῖος Ὀδυσσεύς.
  155. ἦ τοι ὁ μὲν κατέχων κεφαλὴν φυτὸν ἀμφελάχαινε·
  156. τὸν δὲ παριστάμενος προσεφώνεε φαίδιμος υἱός·
  157. ὦ γέρον, οὐκ ἀδαημονίη σʼ ἔχει ἀμφιπολεύειν
  158. ὄρχατον, ἀλλʼ εὖ τοι κομιδὴ ἔχει, οὐδέ τι πάμπαν,
  159. οὐ φυτόν, οὐ συκέη, οὐκ ἄμπελος, οὐ μὲν ἐλαίη,
  160. οὐκ ὄγχνη, οὐ πρασιή τοι ἄνευ κομιδῆς κατὰ κῆπον.
  161. ἄλλο δέ τοι ἐρέω, σὺ δὲ μὴ χόλον ἔνθεο θυμῷ
  162. αὐτόν σʼ οὐκ ἀγαθὴ κομιδὴ ἔχει, ἀλλʼ ἅμα γῆρας
  163. λυγρὸν ἔχεις αὐχμεῖς τε κακῶς καὶ ἀεικέα ἕσσαι.
  164. οὐ μὲν ἀεργίης γε ἄναξ ἕνεκʼ οὔ σε κομίζει,
  165. οὐδέ τί τοι δούλειον ἐπιπρέπει εἰσοράασθαι
  166. εἶδος καὶ μέγεθος· βασιλῆϊ γὰρ ἀνδρὶ ἔοικας.
  167. τοιούτῳ δὲ ἔοικας, ἐπεὶ λούσαιτο φάγοι τε,
  168. εὑδέμεναι μαλακῶς· ἡ γὰρ δίκη ἐστὶ γερόντων.
  169. ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,
  170. τεῦ δμὼς εἶς ἀνδρῶν; τεῦ δʼ ὄρχατον ἀμφιπολεύεις;
  171. καὶ μοι τοῦτʼ ἀγόρευσον ἐτήτυμον, ὄφρʼ ἐῢ εἰδῶ,
  172. εἰ ἐτεόν γʼ Ἰθάκην τήνδʼ ἱκόμεθʼ, ὥς μοι ἔειπεν
  173. οὗτος ἀνὴρ νῦν δὴ ξυμβλήμενος ἐνθάδʼ ἰόντι,
  174. οὔ τι μάλʼ ἀρτίφρων, ἐπεὶ οὐ τόλμησεν ἕκαστα
  175. εἰπεῖν ἠδʼ ἐπακοῦσαι ἐμὸν ἔπος, ὡς ἐρέεινον
  176. ἀμφὶ ξείνῳ ἐμῷ, ἤ που ζώει τε καὶ ἔστιν
  177. ἦ ἤδη τέθνηκε καὶ εἰν Ἀΐδαο δόμοισιν.
  178. ἐκ γάρ τοι ἐρέω, σὺ δὲ σύνθεο καί μευ ἄκουσον·
  179. ἄνδρα ποτʼ ἐξείνισσα φίλῃ ἐνὶ πατρίδι γαίῃ
  180. ἡμέτερόνδʼ ἐλθόντα, καὶ οὔ πω τις βροτὸς ἄλλος
  181. ξείνων τηλεδαπῶν φιλίων ἐμὸν ἵκετο δῶμα·
  182. εὔχετο δʼ ἐξ Ἰθάκης γένος ἔμμεναι, αὐτὰρ ἔφασκε
  183. Λαέρτην Ἀρκεισιάδην πατέρʼ ἔμμεναι αὐτῷ.
  184. τὸν μὲν ἐγὼ πρὸς δώματʼ ἄγων ἐῢ ἐξείνισσα,
  185. ἐνδυκέως φιλέων, πολλῶν κατὰ οἶκον ἐόντων,
  186. καί οἱ δῶρα πόρον ξεινήϊα, οἷα ἐῴκει.
  187. χρυσοῦ μέν οἱ δῶκʼ εὐεργέος ἑπτὰ τάλαντα,
  188. δῶκα δέ οἱ κρητῆρα πανάργυρον ἀνθεμόεντα,
  189. δώδεκα δʼ ἁπλοΐδας χλαίνας, τόσσους δὲ τάπητας,
  190. τόσσα δὲ φάρεα καλά, τόσους δʼ ἐπὶ τοῖσι χιτῶνας,
  191. χωρὶς δʼ αὖτε γυναῖκας, ἀμύμονα ἔργα ἰδυίας,
  192. τέσσαρας εἰδαλίμας, ἃς ἤθελεν αὐτὸς ἑλέσθαι.
  193. τὸν δʼ ἠμείβετʼ ἔπειτα πατὴρ κατὰ δάκρυον εἴβων·
  194. ξεῖνʼ, ἦ τοι μὲν γαῖαν ἱκάνεις, ἣν ἐρεείνεις,
  195. ὑβρισταὶ δʼ αὐτὴν καὶ ἀτάσθαλοι ἄνδρες ἔχουσιν·
  196. δῶρα δʼ ἐτώσια ταῦτα χαρίζεο, μυρίʼ ὀπάζων·
  197. εἰ γάρ μιν ζωόν γʼ ἐκίχεις Ἰθάκης ἐνὶ δήμῳ,
  198. τῷ κέν σʼ εὖ δώροισιν ἀμειψάμενος ἀπέπεμψε
  199. καὶ ξενίῃ ἀγαθῇ ἡ γὰρ θέμις, ὅς τις ὑπάρξῃ.
  200. ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,
  201. πόστον δὴ ἔτος ἐστίν, ὅτε ξείνισσας ἐκεῖνον
  202. σὸν ξεῖνον δύστηνον, ἐμὸν παῖδʼ, εἴ ποτʼ ἔην γε,
  203. δύσμορον; ὅν που τῆλε φίλων καὶ πατρίδος αἴης
  204. ἠέ που ἐν πόντῳ φάγον ἰχθύες, ἢ ἐπὶ χέρσου
  205. θηρσὶ καὶ οἰωνοῖσιν ἕλωρ γένετʼ· οὐδέ ἑ μήτηρ
  206. κλαῦσε περιστείλασα πατήρ θʼ, οἵ μιν τεκόμεσθα·
  207. οὐδʼ ἄλοχος πολύδωρος, ἐχέφρων Πηνελόπεια,
  208. κώκυσʼ ἐν λεχέεσσιν ἑὸν πόσιν, ὡς ἐπεῴκει,
  209. ὀφθαλμοὺς καθελοῦσα· τὸ γὰρ γέρας ἐστὶ θανόντων.
  210. καί μοι τοῦτʼ ἀγόρευσον ἐτήτυμον, ὄφρʼ ἐῢ εἰδῶ·
  211. τίς πόθεν εἶς ἀνδρῶν; πόθι τοι πόλις ἠδὲ τοκῆες;
  212. ποῦ δὲ νηῦς ἕστηκε θοή, ἥ σʼ ἤγαγε δεῦρο
  213. ἀντιθέους θʼ ἑτάρους; ἦ ἔμπορος εἰλήλουθας
  214. νηὸς ἐπʼ ἀλλοτρίης, οἱ δʼ ἐκβήσαντες ἔβησαν;
  215. τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
  216. τοιγὰρ ἐγώ τοι πάντα μάλʼ ἀτρεκέως καταλέξω.
  217. εἰμὶ μὲν ἐξ Ἀλύβαντος, ὅθι κλυτὰ δώματα ναίω,
  218. υἱὸς Ἀφείδαντος Πολυπημονίδαο ἄνακτος·
  219. αὐτὰρ ἐμοί γʼ ὄνομʼ ἐστὶν Ἐπήριτος· ἀλλά με δαίμων
  220. πλάγξʼ ἀπὸ Σικανίης δεῦρʼ ἐλθέμεν οὐκ ἐθέλοντα·
  221. νηῦς δέ μοι ἥδʼ ἕστηκεν ἐπʼ ἀγροῦ νόσφι πόληος.
  222. αὐτὰρ Ὀδυσσῆϊ τόδε δὴ πέμπτον ἔτος ἐστίν,
  223. ἐξ οὗ κεῖθεν ἔβη καὶ ἐμῆς ἀπελήλυθε πάτρης,
  224. δύσμορος· ἦ τέ οἱ ἐσθλοὶ ἔσαν ὄρνιθες ἰόντι,
  225. δεξιοί, οἷς χαίρων μὲν ἐγὼν ἀπέπεμπον ἐκεῖνον,
  226. χαῖρε δὲ κεῖνος ἰών· θυμὸς δʼ ἔτι νῶϊν ἐώλπει
  227. μίξεσθαι ξενίῃ ἠδʼ ἀγλαὰ δῶρα διδώσειν.
  228. ὣς φάτο, τὸν δʼ ἄχεος νεφέλη ἐκάλυψε μέλαινα·
  229. ἀμφοτέρῃσι δὲ χερσὶν ἑλὼν κόνιν αἰθαλόεσσαν
  230. χεύατο κὰκ κεφαλῆς πολιῆς, ἁδινὰ στεναχίζων.
  231. τοῦ δʼ ὠρίνετο θυμός, ἀνὰ ῥῖνας δέ οἱ ἤδη
  232. δριμὺ μένος προὔτυψε φίλον πατέρʼ εἰσορόωντι.
  233. κύσσε δέ μιν περιφὺς ἐπιάλμενος, ἠδὲ προσηύδα·
  234. κεῖνος μέν τοι ὅδʼ αὐτὸς ἐγώ, πάτερ, ὃν σὺ μεταλλᾷς,
  235. ἤλυθον εἰκοστῷ ἔτεϊ ἐς πατρίδα γαῖαν.
  236. ἀλλʼ ἴσχεο κλαυθμοῖο γόοιό τε δακρυόεντος.
  237. ἐκ γάρ τοι ἐρέω· μάλα δὲ χρὴ σπευδέμεν ἔμπης·
  238. μνηστῆρας κατέπεφνον ἐν ἡμετέροισι δόμοισι,
  239. λώβην τινύμενος θυμαλγέα καὶ κακὰ ἔργα.
  240. τὸν δʼ αὖ Λαέρτης ἀπαμείβετο φώνησέν τε·
  241. εἰ μὲν δὴ Ὀδυσεύς γε ἐμὸς πάϊς ἐνθάδʼ ἱκάνεις,
  242. σῆμά τί μοι νῦν εἰπὲ ἀριφραδές, ὄφρα πεποίθω.
  243. τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
  244. οὐλὴν μὲν πρῶτον τήνδε φράσαι ὀφθαλμοῖσι,
  245. τὴν ἐν Παρνησῷ μʼ ἔλασεν σῦς λευκῷ ὀδόντι
  246. οἰχόμενον· σὺ δέ με προΐεις καὶ πότνια μήτηρ
  247. ἐς πατέρʼ Αὐτόλυκον μητρὸς φίλον, ὄφρʼ ἂν ἑλοίμην
  248. δῶρα, τὰ δεῦρο μολών μοι ὑπέσχετο καὶ κατένευσεν.
  249. εἰ δʼ ἄγε τοι καὶ δένδρεʼ ἐϋκτιμένην κατʼ ἀλωὴν
  250. εἴπω, ἅ μοί ποτʼ ἔδωκας, ἐγὼ δʼ ᾔτεόν σε ἕκαστα
  251. παιδνὸς ἐών, κατὰ κῆπον ἐπισπόμενος· διὰ δʼ αὐτῶν
  252. ἱκνεύμεσθα, σὺ δʼ ὠνόμασας καὶ ἔειπες ἕκαστα.
  253. ὄγχνας μοι δῶκας τρισκαίδεκα καὶ δέκα μηλέας,
  254. συκέας τεσσαράκοντʼ· ὄρχους δέ μοι ὧδʼ ὀνόμηνας
  255. δώσειν πεντήκοντα, διατρύγιος δὲ ἕκαστος
  256. ἤην· ἔνθα δʼ ἀνὰ σταφυλαὶ παντοῖαι ἔασιν—
  257. ὁππότε δὴ Διὸς ὧραι ἐπιβρίσειαν ὕπερθεν.
  258. ὣς φάτο, τοῦ δʼ αὐτοῦ λύτο γούνατα καὶ φίλον ἦτορ,
  259. σήματʼ ἀναγνόντος τά οἱ ἔμπεδα πέφραδʼ Ὀδυσσεύς.
  260. ἀμφὶ δὲ παιδὶ φίλῳ βάλε πήχεε· τὸν δὲ ποτὶ οἷ
  261. εἷλεν ἀποψύχοντα πολύτλας δῖος Ὀδυσσεύς.
  262. αὐτὰρ ἐπεί ῥʼ ἄμπνυτο καὶ ἐς φρένα θυμὸς ἀγέρθη,
  263. ἐξαῦτις μύθοισιν ἀμειβόμενος προσέειπε·
  264. Ζεῦ πάτερ, ἦ ῥα ἔτʼ ἔστε θεοὶ κατὰ μακρὸν Ὄλυμπον,
  265. εἰ ἐτεὸν μνηστῆρες ἀτάσθαλον ὕβριν ἔτισαν.
  266. νῦν δʼ αἰνῶς δείδοικα κατὰ φρένα μὴ τάχα πάντες
  267. ἐνθάδʼ ἐπέλθωσιν Ἰθακήσιοι, ἀγγελίας δὲ
  268. πάντη ἐποτρύνωσι Κεφαλλήνων πολίεσσι.
  269. τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
  270. θάρσει, μή τοι ταῦτα μετὰ φρεσὶ σῇσι μελόντων.
  271. ἀλλʼ ἴομεν προτὶ οἶκον, ὃς ὀρχάτου ἐγγύθι κεῖται·
  272. ἔνθα δὲ Τηλέμαχον καὶ βουκόλον ἠδὲ συβώτην
  273. προὔπεμψʼ, ὡς ἂν δεῖπνον ἐφοπλίσσωσι τάχιστα.
  274. ὣς ἄρα φωνήσαντε βάτην πρὸς δώματα καλά.
  275. οἱ δʼ ὅτε δή ῥʼ ἵκοντο δόμους εὖ ναιετάοντας,
  276. εὗρον Τηλέμαχον καὶ βουκόλον ἠδὲ συβώτην
  277. ταμνομένους κρέα πολλὰ κερῶντάς τʼ αἴθοπα οἶνον.
  278. τόφρα δὲ Λαέρτην μεγαλήτορα ᾧ ἐνὶ οἴκῳ
  279. ἀμφίπολος Σικελὴ λοῦσεν καὶ χρῖσεν ἐλαίῳ,
  280. ἀμφὶ δʼ ἄρα χλαῖναν καλὴν βάλεν· αὐτὰρ Ἀθήνη
  281. ἄγχι παρισταμένη μέλεʼ ἤλδανε ποιμένι λαῶν,
  282. μείζονα δʼ ἠὲ πάρος καὶ πάσσονα θῆκεν ἰδέσθαι.
  283. ἐκ δʼ ἀσαμίνθου βῆ· θαύμαζε δέ μιν φίλος υἱός,
  284. ὡς ἴδεν ἀθανάτοισι θεοῖς ἐναλίγκιον ἄντην·
  285. καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
  286. ὦ πάτερ, ἦ μάλα τίς σε θεῶν αἰειγενετάων
  287. εἶδός τε μέγεθός τε ἀμείνονα θῆκεν ἰδέσθαι.
  288. τὸν δʼ αὖ Λαέρτης πεπνυμένος ἀντίον ηὔδα·
  289. αἲ γάρ, Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον,
  290. οἷος Νήρικον εἷλον, ἐϋκτίμενον πτολίεθρον,
  291. ἀκτὴν ἠπείροιο, Κεφαλλήνεσσιν ἀνάσσων,
  292. τοῖος ἐών τοι χθιζὸς ἐν ἡμετέροισι δόμοισιν,
  293. τεύχεʼ ἔχων ὤμοισιν, ἐφεστάμεναι καὶ ἀμύνειν
  294. ἄνδρας μνηστῆρας· τῷ κε σφέων γούνατʼ ἔλυσα
  295. πολλῶν ἐν μεγάροισι, σὺ δὲ φρένας ἔνδον ἐγήθεις.
  296. ὣς οἷ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον.
  297. οἱ δʼ ἐπεὶ οὖν παύσαντο πόνου τετύκοντό τε δαῖτα,
  298. ἑξείης ἕζοντο κατὰ κλισμούς τε θρόνους τε·
  299. ἔνθʼ οἱ μὲν δείπνῳ ἐπεχείρεον, ἀγχίμολον δὲ
  300. ἦλθʼ ὁ γέρων Δολίος, σὺν δʼ υἱεῖς τοῖο γέροντος,
  301. ἐξ ἔργων μογέοντες, ἐπεὶ προμολοῦσα κάλεσσεν
  302. μήτηρ γρηῦς Σικελή, ἥ σφεας τρέφε καί ῥα γέροντα
  303. ἐνδυκέως κομέεσκεν, ἐπεὶ κατὰ γῆρας ἔμαρψεν.
  304. οἱ δʼ ὡς οὖν Ὀδυσῆα ἴδον φράσσαντό τε θυμῷ,
  305. ἔσταν ἐνὶ μεγάροισι τεθηπότες· αὐτὰρ Ὀδυσσεὺς
  306. μειλιχίοις ἐπέεσσι καθαπτόμενος προσέειπεν·
  307. ὦ γέρον, ἵζʼ ἐπὶ δεῖπνον, ἀπεκλελάθεσθε δὲ θάμβευς·
  308. δηρὸν γὰρ σίτῳ ἐπιχειρήσειν μεμαῶτες
  309. μίμνομεν ἐν μεγάροις, ὑμέας ποτιδέγμενοι αἰεί.
  310. ὣς ἄρ ἔφη, Δολίος δʼ ἰθὺς κίε χεῖρε πετάσσας
  311. ἀμφοτέρας, Ὀδυσεῦς δὲ λαβὼν κύσε χεῖρʼ ἐπὶ καρπῷ,
  312. καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
  313. ὦ φίλʼ, ἐπεὶ νόστησας ἐελδομένοισι μάλʼ ἡμῖν
  314. οὐδʼ ἔτʼ ὀϊομένοισι, θεοὶ δέ σʼ ἀνήγαγον αὐτοί,
  315. οὖλέ τε καὶ μάλα χαῖρε, θεοὶ δέ τοι ὄλβια δοῖεν.
  316. καί μοι τοῦτʼ ἀγόρευσον ἐτήτυμον, ὄφρʼ ἐῢ εἰδῶ,
  317. ἢ ἤδη σάφα οἶδε περίφρων Πηνελόπεια
  318. νοστήσαντά σε δεῦρʼ, ἦ ἄγγελον ὀτρύνωμεν.
  319. τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς
  320. ὦ γέρον, ἤδη οἶδε· τί σε χρὴ ταῦτα πένεσθαι;
  321. ὣς φάθʼ, ὁ δʼ αὖτις ἄρʼ ἕζετʼ ἐϋξέστου ἐπὶ δίφρου.
  322. ὣς δʼ αὔτως παῖδες Δολίου κλυτὸν ἀμφʼ Ὀδυσῆα
  323. δεικανόωντʼ ἐπέεσσι καὶ ἐν χείρεσσι φύοντο,
  324. ἑξείης δʼ ἕζοντο παραὶ Δολίον, πατέρα σφόν.
  325. ὣς οἱ μὲν περὶ δεῖπνον ἐνὶ μεγάροισι πένοντο·
  326. Ὄσσα δʼ ἄρʼ ἄγγελος ὦκα κατὰ πτόλιν ᾤχετο πάντη,
  327. μνηστήρων στυγερὸν θάνατον καὶ κῆρʼ ἐνέπουσα.
  328. οἱ δʼ ἄρʼ ὁμῶς ἀΐοντες ἐφοίτων ἄλλοθεν ἄλλος
  329. μυχμῷ τε στοναχῇ τε δόμων προπάροιθʼ Ὀδυσῆος,
  330. ἐκ δὲ νέκυς οἴκων φόρεον καὶ θάπτον ἕκαστοι,
  331. τοὺς δʼ ἐξ ἀλλάων πολίων οἶκόνδε ἕκαστον
  332. πέμπον ἄγειν ἁλιεῦσι θοῇς ἐπὶ νηυσὶ τιθέντες·
  333. αὐτοὶ δʼ εἰς ἀγορὴν κίον ἀθρόοι, ἀχνύμενοι κῆρ.
  334. αὐτὰρ ἐπεί ῥʼ ἤγερθεν ὁμηγερέες τʼ ἐγένοντο,
  335. τοῖσιν δʼ Εὐπείθης ἀνά θʼ ἵστατο καὶ μετέειπε·
  336. παιδὸς γάρ οἱ ἄλαστον ἐνὶ φρεσὶ πένθος ἔκειτο,
  337. Ἀντινόου, τὸν πρῶτον ἐνήρατο δῖος Ὀδυσσεύς·
  338. τοῦ ὅ γε δάκρυ χέων ἀγορήσατο καὶ μετέειπεν·
  339. ὦ φίλοι, ἦ μέγα ἔργον ἀνὴρ ὅδʼ ἐμήσατʼ Ἀχαιούς·
  340. τοὺς μὲν σὺν νήεσσιν ἄγων πολέας τε καὶ ἐσθλοὺς
  341. ὤλεσε μὲν νῆας γλαφυράς, ἀπὸ δʼ ὤλεσε λαούς·
  342. τοὺς δʼ ἐλθὼν ἔκτεινε Κεφαλλήνων ὄχʼ ἀρίστους,
  343. ἀλλʼ ἄγετε, πρὶν τοῦτον ἢ ἐς Πύλον ὦκα ἱκέσθαι
  344. ἢ καὶ ἐς Ἤλιδα δῖαν, ὅθι κρατέουσιν Ἐπειοί,
  345. ἴομεν· ἦ καὶ ἔπειτα κατηφέες ἐσσόμεθʼ αἰεί·
  346. λώβη γὰρ τάδε γʼ ἐστὶ καὶ ἐσσομένοισι πυθέσθαι,
  347. εἰ δὴ μὴ παίδων τε κασιγνήτων τε φονῆας
  348. τισόμεθʼ. οὐκ ἂν ἐμοί γε μετὰ φρεσὶν ἡδὺ γένοιτο
  349. ζωέμεν, ἀλλὰ τάχιστα θανὼν φθιμένοισι μετείην.
  350. ἀλλʼ ἴομεν, μὴ φθέωσι περαιωθέντες ἐκεῖνοι.
  351. ὣς φάτο δάκρυ χέων, οἶκτος δʼ ἕλε πάντας Ἀχαιούς.
  352. ἀγχίμολον δέ σφʼ ἦλθε Μέδων καὶ θεῖος ἀοιδὸς
  353. ἐκ μεγάρων Ὀδυσῆος, ἐπεί σφεας ὕπνος ἀνῆκεν,
  354. ἔσταν δʼ ἐν μέσσοισι· τάφος δʼ ἕλεν ἄνδρα ἕκαστον.
  355. τοῖσι δὲ καὶ μετέειπε Μέδων πεπνυμένα εἰδώς·
  356. κέκλυτε δὴ νῦν μευ, Ἰθακήσιοι· οὐ γὰρ Ὀδυσσεὺς
  357. ἀθανάτων ἀέκητι θεῶν τάδʼ ἐμήσατο ἔργα·
  358. αὐτὸς ἐγὼν εἶδον θεὸν ἄμβροτον, ὅς ῥʼ Ὀδυσῆϊ
  359. ἐγγύθεν ἑστήκει καὶ Μέντορι πάντα ἐῴκει.
  360. ἀθάνατος δὲ θεὸς τοτὲ μὲν προπάροιθʼ Ὀδυσῆος