Odyssey
Homer
Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.
- φαίνετο θαρσύνων, τοτὲ δὲ μνηστῆρας ὀρίνων
- θῦνε κατὰ μέγαρον· τοὶ δʼ ἀγχιστῖνοι ἔπιπτον.
- ὣς φάτο, τοὺς δʼ ἄρα πάντας ὑπὸ χλωρὸν δέος ᾕρει.
- τοῖσι δὲ καὶ μετέειπε γέρων ἥρως Ἁλιθέρσης
- Μαστορίδης· ὁ γὰρ οἶος ὅρα πρόσσω καὶ ὀπίσσω·
- ὅ σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπε·
- κέκλυτε δὴ νῦν μευ, Ἰθακήσιοι, ὅττι κεν εἴπω·
- ὑμετέρῃ κακότητι, φίλοι, τάδε ἔργα γένοντο·
- οὐ γὰρ ἐμοὶ πείθεσθʼ, οὐ Μέντορι ποιμένι λαῶν,
- ὑμετέρους παῖδας καταπαυέμεν ἀφροσυνάων,
- οἳ μέγα ἔργον ἔρεξαν ἀτασθαλίῃσι κακῇσι,
- κτήματα κείροντες καὶ ἀτιμάζοντες ἄκοιτιν
- ἀνδρὸς ἀριστῆος· τὸν δʼ οὐκέτι φάντο νέεσθαι.
- καὶ νῦν ὧδε γένοιτο. πίθεσθέ μοι ὡς ἀγορεύω·
- μὴ ἴομεν, μή πού τις ἐπίσπαστον κακὸν εὕρῃ.
- ὣς ἔφαθʼ, οἱ δʼ ἄρʼ ἀνήϊξαν μεγάλῳ ἀλαλητῷ
- ἡμίσεων πλείους· τοὶ δʼ ἀθρόοι αὐτόθι μίμνον·
- οὐ γὰρ σφιν ἅδε μῦθος ἐνὶ φρεσίν, ἀλλʼ Εὐπείθει
- πείθοντʼ· αἶψα δʼ ἔπειτʼ ἐπὶ τεύχεα ἐσσεύοντο.
- αὐτὰρ ἐπεί ῥʼ ἕσσαντο περὶ χροῒ νώροπα χαλκόν,
- ἀθρόοι ἠγερέθοντο πρὸ ἄστεος εὐρυχόροιο.
- τοῖσιν δʼ Εὐπείθης ἡγήσατο νηπιέῃσι·
- φῆ δʼ ὅ γε τίσεσθαι παιδὸς φόνον, οὐδʼ ἄρʼ ἔμελλεν
- ἂψ ἀπονοστήσειν, ἀλλʼ αὐτοῦ πότμον ἐφέψειν.
- αὐτὰρ Ἀθηναίη Ζῆνα Κρονίωνα προσηύδα·
- ὦ πάτερ ἡμέτερε, Κρονίδη, ὕπατε κρειόντων,
- εἰπέ μοι εἰρομένῃ, τί νύ τοι νόος ἔνδοθι κεύθει;
- ἢ προτέρω πόλεμόν τε κακὸν καὶ φύλοπιν αἰνὴν
- τεύξεις, ἦ φιλότητα μετʼ ἀμφοτέροισι τίθησθα;
- τὴν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς·
- τέκνον ἐμόν, τί με ταῦτα διείρεαι ἠδὲ μεταλλᾷς;
- οὐ γὰρ δὴ τοῦτον μὲν ἐβούλευσας νόον αὐτή,
- ὡς ἦ τοι κείνους Ὀδυσεὺς ἀποτίσεται ἐλθών;
- ἔρξον ὅπως ἐθέλεις· ἐρέω τέ τοι ὡς ἐπέοικεν.
- ἐπεὶ δὴ μνηστῆρας ἐτίσατο δῖος Ὀδυσσεύς,
- ὅρκια πιστὰ ταμόντες ὁ μὲν βασιλευέτω αἰεί,
- ἡμεῖς δʼ αὖ παίδων τε κασιγνήτων τε φόνοιο
- ἔκλησιν θέωμεν· τοὶ δʼ ἀλλήλους φιλεόντων
- ὡς τὸ πάρος, πλοῦτος δὲ καὶ εἰρήνη ἅλις ἔστω.
- ὣς εἰπὼν ὤτρυνε πάρος μεμαυῖαν Ἀθήνην,
- βῆ δὲ κατʼ Οὐλύμποιο καρήνων ἀΐξασα.
- οἱ δʼ ἐπεὶ οὖν σίτοιο μελίφρονος ἐξ ἔρον ἕντο,
- τοῖς δʼ ἄρα μύθων ἦρχε πολύτλας δῖος Ὀδυσσεύς·
- ἐξελθών τις ἴδοι μὴ δὴ σχεδὸν ὦσι κιόντες.
- ὣς ἔφατʼ· ἐκ δʼ υἱὸς Δολίου κίεν, ὡς ἐκέλευεν·
- στῆ δʼ ἄρʼ ἐπʼ οὐδὸν ἰών, τοὺς δὲ σχεδὸν ἔσιδε πάντας·
- αἶψα δʼ Ὀδυσσῆα ἔπεα πτερόεντα προσηύδα·
- οἵδε δὴ ἐγγὺς ἔασʼ· ἀλλʼ ὁπλιζώμεθα θᾶσσον.
- ὣς ἔφαθʼ, οἱ δʼ ὤρνυντο καὶ ἐν τεύχεσσι δύοντο,
- τέσσαρες ἀμφʼ Ὀδυσῆʼ, ἓξ δʼ υἱεῖς οἱ Δολίοιο·
- ἐν δʼ ἄρα Λαέρτης Δολίος τʼ ἐς τεύχεʼ ἔδυνον,
- καὶ πολιοί περ ἐόντες, ἀναγκαῖοι πολεμισταί.
- αὐτὰρ ἐπεί ῥʼ ἕσσαντο περὶ χροῒ νώροπα χαλκόν,
- ὤϊξάν ῥα θύρας, ἐκ δʼ ἤϊον, ἄρχε δʼ Ὀδυσσεύς.
- τοῖσι δʼ ἐπʼ ἀγχίμολον θυγάτηρ Διὸς ἦλθεν Ἀθήνη
- Μέντορι εἰδομένη ἠμὲν δέμας ἠδὲ καὶ αὐδήν.