Odyssey
Homer
Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.
- ἑπτὰ δὲ καὶ δέκα μέν σε ὁμῶς νύκτας τε καὶ ἦμαρ
- κλαίομεν ἀθάνατοί τε θεοὶ θνητοί τʼ ἄνθρωποι·
- ὀκτωκαιδεκάτῃ δʼ ἔδομεν πυρί, πολλὰ δέ σʼ ἀμφὶ
- μῆλα κατεκτάνομεν μάλα πίονα καὶ ἕλικας βοῦς.
- καίεο δʼ ἔν τʼ ἐσθῆτι θεῶν καὶ ἀλείφατι πολλῷ
- καὶ μέλιτι γλυκερῷ· πολλοὶ δʼ ἥρωες Ἀχαιοὶ
- τεύχεσιν ἐρρώσαντο πυρὴν πέρι καιομένοιο,
- πεζοί θʼ ἱππῆές τε· πολὺς δʼ ὀρυμαγδὸς ὀρώρει
- αὐτὰρ ἐπεὶ δή σε φλὸξ ἤνυσεν Ἡφαίστοιο,
- ἠῶθεν δή τοι λέγομεν λεύκʼ ὀστέʼ, Ἀχιλλεῦ,
- οἴνῳ ἐν ἀκρήτῳ καὶ ἀλείφατι· δῶκε δὲ μήτηρ
- χρύσεον ἀμφιφορῆα· Διωνύσοιο δὲ δῶρον
- φάσκʼ ἔμεναι, ἔργον δὲ περικλυτοῦ Ἡφαίστοιο.
- ἐν τῷ τοι κεῖται λεύκʼ ὀστέα, φαίδιμʼ Ἀχιλλεῦ,
- μίγδα δὲ Πατρόκλοιο Μενοιτιάδαο θανόντος,
- χωρὶς δʼ Ἀντιλόχοιο, τὸν ἔξοχα τῖες ἁπάντων
- τῶν ἄλλων ἑτάρων, μετὰ Πάτροκλόν γε θανόντα.
- ἀμφʼ αὐτοῖσι δʼ ἔπειτα μέγαν καὶ ἀμύμονα τύμβον
- χεύαμεν Ἀργείων ἱερὸς στρατὸς αἰχμητάων
- ἀκτῇ ἔπι προὐχούσῃ, ἐπὶ πλατεῖ Ἑλλησπόντῳ,
- ὥς κεν τηλεφανὴς ἐκ ποντόφιν ἀνδράσιν εἴη
- τοῖς οἳ νῦν γεγάασι καὶ οἳ μετόπισθεν ἔσονται.
- μήτηρ δʼ αἰτήσασα θεοὺς περικαλλέʼ ἄεθλα
- θῆκε μέσῳ ἐν ἀγῶνι ἀριστήεσσιν Ἀχαιῶν.
- ἤδη μὲν πολέων τάφῳ ἀνδρῶν ἀντεβόλησας
- ἡρώων, ὅτε κέν ποτʼ ἀποφθιμένου βασιλῆος
- ζώννυνταί τε νέοι καὶ ἐπεντύνονται ἄεθλα·
- ἀλλά κε κεῖνα μάλιστα ἰδὼν θηήσαο θυμῷ,
- οἷʼ ἐπὶ σοὶ κατέθηκε θεὰ περικαλλέʼ ἄεθλα,
- ἀργυρόπεζα Θέτις· μάλα γὰρ φίλος ἦσθα θεοῖσιν.
- ὣς σὺ μὲν οὐδὲ θανὼν ὄνομʼ ὤλεσας, ἀλλά τοι αἰεὶ
- πάντας ἐπʼ ἀνθρώπους κλέος ἔσσεται ἐσθλόν, Ἀχιλλεῦ,
- αὐτὰρ ἐμοὶ τί τόδʼ ἦδος, ἐπεὶ πόλεμον τολύπευσα;
- ἐν νόστῳ γάρ μοι Ζεὺς μήσατο λυγρὸν ὄλεθρον
- Αἰγίσθου ὑπὸ χερσὶ καὶ οὐλομένης ἀλόχοιο.
- ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,
- ἀγχίμολον δέ σφʼ ἦλθε διάκτορος ἀργεϊφόντης,
- ψυχὰς μνηστήρων κατάγων Ὀδυσῆϊ δαμέντων,
- τὼ δʼ ἄρα θαμβήσαντʼ ἰθὺς κίον, ὡς ἐσιδέσθην.
- ἔγνω δὲ ψυχὴ Ἀγαμέμνονος Ἀτρεΐδαο
- παῖδα φίλον Μελανῆος, ἀγακλυτὸν Ἀμφιμέδοντα·
- ξεῖνος γάρ οἱ ἔην Ἰθάκῃ ἔνι οἰκία ναίων.
- τὸν προτέρη ψυχὴ προσεφώνεεν Ἀτρεΐδαο·
- Ἀμφίμεδον, τί παθόντες ἐρεμνὴν γαῖαν ἔδυτε
- πάντες κεκριμένοι καὶ ὁμήλικες; οὐδέ κεν ἄλλως
- κρινάμενος λέξαιτο κατὰ πτόλιν ἄνδρας ἀρίστους.
- ἦ ὔμμʼ ἐν νήεσσι Ποσειδάων ἐδάμασσεν,
- ὄρσας ἀργαλέους ἀνέμους καὶ κύματα μακρά;