Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. εὗρον δὲ ψυχὴν Πηληϊάδεω Ἀχιλῆος
  2. καὶ Πατροκλῆος καὶ ἀμύμονος Ἀντιλόχοιο
  3. Αἴαντός θʼ, ὃς ἄριστος ἔην εἶδός τε δέμας τε
  4. τῶν ἄλλων Δαναῶν μετʼ ἀμύμονα Πηλεΐδαο
  5. ὣς οἱ μὲν περὶ κεῖνον ὁμίλεον· ἀγχίμολον δὲ
  6. ἤλυθʼ ἔπι ψυχὴ Ἀγαμέμνονος Ἀτρεΐδαο
  7. ἀχνυμένη· περὶ δʼ ἄλλαι ἀγηγέραθʼ, ὅσσαι ἅμʼ αὐτῷ
  8. οἴκῳ ἐν Αἰγίσθοιο θάνον καὶ πότμον ἐπέσπον.
  9. τὸν προτέρη ψυχὴ προσεφώνεε Πηλεΐωνος·
  10. Ἀτρεΐδη, περὶ μέν σʼ ἔφαμεν Διὶ τερπικεραύνῳ
  11. ἀνδρῶν ἡρώων φίλον ἔμμεναι ἤματα πάντα,
  12. οὕνεκα πολλοῖσίν τε καὶ ἰφθίμοισιν ἄνασσες
  13. δήμῳ ἔνι Τρώων, ὅθι πάσχομεν ἄλγεʼ Ἀχαιοί.
  14. ἦ τʼ ἄρα καὶ σοὶ πρῶϊ παραστήσεσθαι ἔμελλεν
  15. μοῖρʼ ὀλοή, τὴν οὔ τις ἀλεύεται ὅς κε γένηται.
  16. ὡς ὄφελες τιμῆς ἀπονήμενος, ἧς περ ἄνασσες,
  17. δήμῳ ἔνι Τρώων θάνατον καὶ πότμον ἐπισπεῖν·
  18. τῷ κέν τοι τύμβον μὲν ἐποίησαν Παναχαιοί,
  19. ἠδέ κε καὶ σῷ παιδὶ μέγα κλέος ἤραʼ ὀπίσσω·
  20. νῦν δʼ ἄρα σʼ οἰκτίστῳ θανάτῳ εἵμαρτο ἁλῶναι.
  21. τὸν δʼ αὖτε ψυχὴ προσεφώνεεν Ἀτρείδαο·
  22. ὄλβιε Πηλέος υἱέ, θεοῖς ἐπιείκελʼ Ἀχιλλεῦ,
  23. ὃς θάνες ἐν Τροίῃ ἑκὰς Ἄργεος· ἀμφὶ δέ σʼ ἄλλοι
  24. κτείνοντο Τρώων καὶ Ἀχαιῶν υἷες ἄριστοι,
  25. μαρνάμενοι περὶ σεῖο· σὺ δʼ ἐν στροφάλιγγι κονίης
  26. κεῖσο μέγας μεγαλωστί, λελασμένος ἱπποσυνάων.
  27. ἡμεῖς δὲ πρόπαν ἦμαρ ἐμαρνάμεθʼ· οὐδέ κε πάμπαν
  28. παυσάμεθα πτολέμου, εἰ μὴ Ζεὺς λαίλαπι παῦσεν.
  29. αὐτὰρ ἐπεί σʼ ἐπὶ νῆας ἐνείκαμεν ἐκ πολέμοιο,
  30. κάτθεμεν ἐν λεχέεσσι, καθήραντες χρόα καλὸν
  31. ὕδατί τε λιαρῷ καὶ ἀλείφατι· πολλὰ δέ σʼ ἀμφὶ
  32. δάκρυα θερμὰ χέον Δαναοὶ κείροντό τε χαίτας.
  33. μήτηρ δʼ ἐξ ἁλὸς ἦλθε σὺν ἀθανάτῃς ἁλίῃσιν
  34. ἀγγελίης ἀΐουσα· βοὴ δʼ ἐπὶ πόντον ὀρώρει
  35. θεσπεσίη, ὑπὸ δὲ τρόμος ἔλλαβε πάντας Ἀχαιούς·
  36. καί νύ κʼ ἀναΐξαντες ἔβαν κοίλας ἐπὶ νῆας,
  37. εἰ μὴ ἀνὴρ κατέρυκε παλαιά τε πολλά τε εἰδώς,
  38. Νέστωρ, οὗ καὶ πρόσθεν ἀρίστη φαίνετο βουλή·
  39. ὅ σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπεν·
  40. ἴσχεσθʼ, Ἀργεῖοι, μὴ φεύγετε, κοῦροι Ἀχαιῶν·
  41. μήτηρ ἐξ ἁλὸς ἥδε σὺν ἀθανάτῃς ἁλίῃσιν
  42. ἔρχεται, οὗ παιδὸς τεθνηότος ἀντιόωσα.
  43. ὣς ἔφαθʼ, οἱ δʼ ἔσχοντο φόβου μεγάθυμοι Ἀχαιοί·
  44. ἀμφὶ δέ σʼ ἔστησαν κοῦραι ἁλίοιο γέροντος
  45. οἴκτρʼ ὀλοφυρόμεναι, περὶ δʼ ἄμβροτα εἵματα ἕσσαν.
  46. Μοῦσαι δʼ ἐννέα πᾶσαι ἀμειβόμεναι ὀπὶ καλῇ
  47. θρήνεον· ἔνθα κεν οὔ τινʼ ἀδάκρυτόν γʼ ἐνόησας
  48. Ἀργείων· τοῖον γὰρ ὑπώρορε Μοῦσα λίγεια.