Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἴσχεσθʼ, Ἀργεῖοι, μὴ φεύγετε, κοῦροι Ἀχαιῶν·
  2. μήτηρ ἐξ ἁλὸς ἥδε σὺν ἀθανάτῃς ἁλίῃσιν
  3. ἔρχεται, οὗ παιδὸς τεθνηότος ἀντιόωσα.
  4. ὣς ἔφαθʼ, οἱ δʼ ἔσχοντο φόβου μεγάθυμοι Ἀχαιοί·
  5. ἀμφὶ δέ σʼ ἔστησαν κοῦραι ἁλίοιο γέροντος
  6. οἴκτρʼ ὀλοφυρόμεναι, περὶ δʼ ἄμβροτα εἵματα ἕσσαν.
  7. Μοῦσαι δʼ ἐννέα πᾶσαι ἀμειβόμεναι ὀπὶ καλῇ
  8. θρήνεον· ἔνθα κεν οὔ τινʼ ἀδάκρυτόν γʼ ἐνόησας
  9. Ἀργείων· τοῖον γὰρ ὑπώρορε Μοῦσα λίγεια.
  10. ἑπτὰ δὲ καὶ δέκα μέν σε ὁμῶς νύκτας τε καὶ ἦμαρ
  11. κλαίομεν ἀθάνατοί τε θεοὶ θνητοί τʼ ἄνθρωποι·
  12. ὀκτωκαιδεκάτῃ δʼ ἔδομεν πυρί, πολλὰ δέ σʼ ἀμφὶ
  13. μῆλα κατεκτάνομεν μάλα πίονα καὶ ἕλικας βοῦς.
  14. καίεο δʼ ἔν τʼ ἐσθῆτι θεῶν καὶ ἀλείφατι πολλῷ
  15. καὶ μέλιτι γλυκερῷ· πολλοὶ δʼ ἥρωες Ἀχαιοὶ
  16. τεύχεσιν ἐρρώσαντο πυρὴν πέρι καιομένοιο,
  17. πεζοί θʼ ἱππῆές τε· πολὺς δʼ ὀρυμαγδὸς ὀρώρει
  18. αὐτὰρ ἐπεὶ δή σε φλὸξ ἤνυσεν Ἡφαίστοιο,
  19. ἠῶθεν δή τοι λέγομεν λεύκʼ ὀστέʼ, Ἀχιλλεῦ,
  20. οἴνῳ ἐν ἀκρήτῳ καὶ ἀλείφατι· δῶκε δὲ μήτηρ
  21. χρύσεον ἀμφιφορῆα· Διωνύσοιο δὲ δῶρον
  22. φάσκʼ ἔμεναι, ἔργον δὲ περικλυτοῦ Ἡφαίστοιο.
  23. ἐν τῷ τοι κεῖται λεύκʼ ὀστέα, φαίδιμʼ Ἀχιλλεῦ,
  24. μίγδα δὲ Πατρόκλοιο Μενοιτιάδαο θανόντος,
  25. χωρὶς δʼ Ἀντιλόχοιο, τὸν ἔξοχα τῖες ἁπάντων
  26. τῶν ἄλλων ἑτάρων, μετὰ Πάτροκλόν γε θανόντα.
  27. ἀμφʼ αὐτοῖσι δʼ ἔπειτα μέγαν καὶ ἀμύμονα τύμβον
  28. χεύαμεν Ἀργείων ἱερὸς στρατὸς αἰχμητάων
  29. ἀκτῇ ἔπι προὐχούσῃ, ἐπὶ πλατεῖ Ἑλλησπόντῳ,
  30. ὥς κεν τηλεφανὴς ἐκ ποντόφιν ἀνδράσιν εἴη
  31. τοῖς οἳ νῦν γεγάασι καὶ οἳ μετόπισθεν ἔσονται.
  32. μήτηρ δʼ αἰτήσασα θεοὺς περικαλλέʼ ἄεθλα
  33. θῆκε μέσῳ ἐν ἀγῶνι ἀριστήεσσιν Ἀχαιῶν.
  34. ἤδη μὲν πολέων τάφῳ ἀνδρῶν ἀντεβόλησας
  35. ἡρώων, ὅτε κέν ποτʼ ἀποφθιμένου βασιλῆος
  36. ζώννυνταί τε νέοι καὶ ἐπεντύνονται ἄεθλα·
  37. ἀλλά κε κεῖνα μάλιστα ἰδὼν θηήσαο θυμῷ,
  38. οἷʼ ἐπὶ σοὶ κατέθηκε θεὰ περικαλλέʼ ἄεθλα,
  39. ἀργυρόπεζα Θέτις· μάλα γὰρ φίλος ἦσθα θεοῖσιν.
  40. ὣς σὺ μὲν οὐδὲ θανὼν ὄνομʼ ὤλεσας, ἀλλά τοι αἰεὶ
  41. πάντας ἐπʼ ἀνθρώπους κλέος ἔσσεται ἐσθλόν, Ἀχιλλεῦ,
  42. αὐτὰρ ἐμοὶ τί τόδʼ ἦδος, ἐπεὶ πόλεμον τολύπευσα;
  43. ἐν νόστῳ γάρ μοι Ζεὺς μήσατο λυγρὸν ὄλεθρον
  44. Αἰγίσθου ὑπὸ χερσὶ καὶ οὐλομένης ἀλόχοιο.
  45. ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,