Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. καὶ τότε δὴ Κρονίδης ἀφίει ψολόεντα κεραυνόν,
  2. κὰδ δʼ ἔπεσε πρόσθε γλαυκώπιδος ὀβριμοπάτρης.
  3. δὴ τότʼ Ὀδυσσῆα προσέφη γλαυκῶπις Ἀθήνη·
  4. διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ,
  5. ἴσχεο, παῦε δὲ νεῖκος ὁμοιΐου πολέμοιο,
  6. μή πως τοι Κρονίδης κεχολώσεται εὐρύοπα Ζεύς.
  7. ὣς φάτʼ Ἀθηναίη, ὁ δʼ ἐπείθετο, χαῖρε δὲ θυμῷ.
  8. ὅρκια δʼ αὖ κατόπισθε μετʼ ἀμφοτέροισιν ἔθηκεν
  9. Παλλὰς Ἀθηναίη, κούρη Διὸς αἰγιόχοιο,
  10. Μέντορι εἰδομένη ἠμὲν δέμας ἠδὲ καὶ αὐδήν.