Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. εἰ μὴ Ἀθηναίη, κούρη Διὸς αἰγιόχοιο,
  2. ἤϋσεν φωνῇ, κατὰ ἔσχεθε λαὸν ἅπαντα.
  3. ἴσχεσθε πτολέμου, Ἰθακήσιοι, ἀργαλέοιο,
  4. ὥς κεν ἀναιμωτί γε διακρινθῆτε τάχιστα.
  5. ὣς φάτʼ Ἀθηναίη, τοὺς δὲ χλωρὸν δέος εἷλεν·
  6. τῶν δʼ ἄρα δεισάντων ἐκ χειρῶν ἔπτατο τεύχεα,
  7. πάντα δʼ ἐπὶ χθονὶ πῖπτε, θεᾶς ὄπα φωνησάσης·
  8. πρὸς δὲ πόλιν τρωπῶντο λιλαιόμενοι βιότοιο.
  9. σμερδαλέον δʼ ἐβόησε πολύτλας δῖος Ὀδυσσεύς,
  10. οἴμησεν δὲ ἀλεὶς ὥς τʼ αἰετὸς ὑψιπετήεις.