Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. πρὸς δὲ πόλιν τρωπῶντο λιλαιόμενοι βιότοιο.
  2. σμερδαλέον δʼ ἐβόησε πολύτλας δῖος Ὀδυσσεύς,
  3. οἴμησεν δὲ ἀλεὶς ὥς τʼ αἰετὸς ὑψιπετήεις.
  4. καὶ τότε δὴ Κρονίδης ἀφίει ψολόεντα κεραυνόν,
  5. κὰδ δʼ ἔπεσε πρόσθε γλαυκώπιδος ὀβριμοπάτρης.
  6. δὴ τότʼ Ὀδυσσῆα προσέφη γλαυκῶπις Ἀθήνη·
  7. διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ,
  8. ἴσχεο, παῦε δὲ νεῖκος ὁμοιΐου πολέμοιο,