Odyssey
Homer
Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.
- καί νύ κε δὴ πάντας ὄλεσαν καὶ ἔθηκαν ἀνόστους,
- εἰ μὴ Ἀθηναίη, κούρη Διὸς αἰγιόχοιο,
- ἤϋσεν φωνῇ, κατὰ ἔσχεθε λαὸν ἅπαντα.
- ἴσχεσθε πτολέμου, Ἰθακήσιοι, ἀργαλέοιο,
- ὥς κεν ἀναιμωτί γε διακρινθῆτε τάχιστα.
- ὣς φάτʼ Ἀθηναίη, τοὺς δὲ χλωρὸν δέος εἷλεν·
- τῶν δʼ ἄρα δεισάντων ἐκ χειρῶν ἔπτατο τεύχεα,
- πάντα δʼ ἐπὶ χθονὶ πῖπτε, θεᾶς ὄπα φωνησάσης·