Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. αἶψα μάλʼ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος,
  2. καὶ βάλεν Εὐπείθεα κόρυθος διὰ χαλκοπαρῄου.
  3. ἡ δʼ οὐκ ἔγχος ἔρυτο, διαπρὸ δὲ εἴσατο χαλκός,
  4. δούπησεν δὲ πεσών, ἀράβησε δὲ τεύχεʼ ἐπʼ αὐτῷ.
  5. ἐν δʼ ἔπεσον προμάχοις Ὀδυσεὺς καὶ φαίδιμος υἱός,
  6. τύπτον δὲ ξίφεσίν τε καὶ ἔγχεσιν ἀμφιγύοισι.
  7. καί νύ κε δὴ πάντας ὄλεσαν καὶ ἔθηκαν ἀνόστους,
  8. εἰ μὴ Ἀθηναίη, κούρη Διὸς αἰγιόχοιο,
  9. ἤϋσεν φωνῇ, κατὰ ἔσχεθε λαὸν ἅπαντα.