Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ὣς φάτο, Λαέρτης δʼ ἐχάρη καὶ μῦθον ἔειπε·
  2. τίς νύ μοι ἡμέρη ἥδε, θεοὶ φίλοι; ἦ μάλα χαίρω·
  3. υἱός θʼ υἱωνός τʼ ἀρετῆς πέρι δῆριν ἔχουσιν.
  4. τὸν δὲ παρισταμένη προσέφη γλαυκῶπις Ἀθήνη·
  5. ὦ Ἀρκεισιάδη, πάντων πολὺ φίλταθʼ ἑταίρων,
  6. εὐξάμενος κούρῃ γλαυκώπιδι καὶ Διὶ πατρί,
  7. αἶψα μαλʼ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος.
  8. ὣς φάτο, καί ῥʼ ἔμπνευσε μένος μέγα Παλλὰς Ἀθήνη
  9. εὐξάμενος δʼ ἄρʼ ἔπειτα Διὸς κούρῃ μεγάλοιο,