Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ὦ Ἀρκεισιάδη, πάντων πολὺ φίλταθʼ ἑταίρων,
  2. εὐξάμενος κούρῃ γλαυκώπιδι καὶ Διὶ πατρί,
  3. αἶψα μαλʼ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος.
  4. ὣς φάτο, καί ῥʼ ἔμπνευσε μένος μέγα Παλλὰς Ἀθήνη
  5. εὐξάμενος δʼ ἄρʼ ἔπειτα Διὸς κούρῃ μεγάλοιο,
  6. αἶψα μάλʼ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος,
  7. καὶ βάλεν Εὐπείθεα κόρυθος διὰ χαλκοπαρῄου.
  8. ἡ δʼ οὐκ ἔγχος ἔρυτο, διαπρὸ δὲ εἴσατο χαλκός,
  9. δούπησεν δὲ πεσών, ἀράβησε δὲ τεύχεʼ ἐπʼ αὐτῷ.
  10. ἐν δʼ ἔπεσον προμάχοις Ὀδυσεὺς καὶ φαίδιμος υἱός,
  11. τύπτον δὲ ξίφεσίν τε καὶ ἔγχεσιν ἀμφιγύοισι.
  12. καί νύ κε δὴ πάντας ὄλεσαν καὶ ἔθηκαν ἀνόστους,
  13. εἰ μὴ Ἀθηναίη, κούρη Διὸς αἰγιόχοιο,
  14. ἤϋσεν φωνῇ, κατὰ ἔσχεθε λαὸν ἅπαντα.
  15. ἴσχεσθε πτολέμου, Ἰθακήσιοι, ἀργαλέοιο,
  16. ὥς κεν ἀναιμωτί γε διακρινθῆτε τάχιστα.