Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ὤϊξάν ῥα θύρας, ἐκ δʼ ἤϊον, ἄρχε δʼ Ὀδυσσεύς.
  2. τοῖσι δʼ ἐπʼ ἀγχίμολον θυγάτηρ Διὸς ἦλθεν Ἀθήνη
  3. Μέντορι εἰδομένη ἠμὲν δέμας ἠδὲ καὶ αὐδήν.
  4. τὴν μὲν ἰδὼν γήθησε πολύτλας δῖος Ὀδυσσεύς·
  5. αἶψα δὲ Τηλέμαχον προσεφώνεεν ὃν φίλον υἱόν·
  6. Τηλέμαχʼ, ἤδη μὲν τόδε γʼ εἴσεαι αὐτὸς ἐπελθών,
  7. ἀνδρῶν μαρναμένων ἵνα τε κρίνονται ἄριστοι,
  8. μή τι καταισχύνειν πατέρων γένος, οἳ τὸ πάρος περ
  9. ἀλκῇ τʼ ἠνορέῃ τε κεκάσμεθα πᾶσαν ἐπʼ αἶαν.
  10. τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
  11. ὄψεαι, αἴ κʼ ἐθέλῃσθα, πάτερ φίλε, τῷδʼ ἐπὶ θυμῷ
  12. οὔ τι καταισχύνοντα τεὸν γένος, ὡς ἀγορεύεις.
  13. ὣς φάτο, Λαέρτης δʼ ἐχάρη καὶ μῦθον ἔειπε·
  14. τίς νύ μοι ἡμέρη ἥδε, θεοὶ φίλοι; ἦ μάλα χαίρω·
  15. υἱός θʼ υἱωνός τʼ ἀρετῆς πέρι δῆριν ἔχουσιν.
  16. τὸν δὲ παρισταμένη προσέφη γλαυκῶπις Ἀθήνη·