Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. τὴν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς·
  2. τέκνον ἐμόν, τί με ταῦτα διείρεαι ἠδὲ μεταλλᾷς;
  3. οὐ γὰρ δὴ τοῦτον μὲν ἐβούλευσας νόον αὐτή,
  4. ὡς ἦ τοι κείνους Ὀδυσεὺς ἀποτίσεται ἐλθών;
  5. ἔρξον ὅπως ἐθέλεις· ἐρέω τέ τοι ὡς ἐπέοικεν.
  6. ἐπεὶ δὴ μνηστῆρας ἐτίσατο δῖος Ὀδυσσεύς,
  7. ὅρκια πιστὰ ταμόντες ὁ μὲν βασιλευέτω αἰεί,
  8. ἡμεῖς δʼ αὖ παίδων τε κασιγνήτων τε φόνοιο
  9. ἔκλησιν θέωμεν· τοὶ δʼ ἀλλήλους φιλεόντων