Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἀθρόοι ἠγερέθοντο πρὸ ἄστεος εὐρυχόροιο.
  2. τοῖσιν δʼ Εὐπείθης ἡγήσατο νηπιέῃσι·
  3. φῆ δʼ ὅ γε τίσεσθαι παιδὸς φόνον, οὐδʼ ἄρʼ ἔμελλεν
  4. ἂψ ἀπονοστήσειν, ἀλλʼ αὐτοῦ πότμον ἐφέψειν.
  5. αὐτὰρ Ἀθηναίη Ζῆνα Κρονίωνα προσηύδα·
  6. ὦ πάτερ ἡμέτερε, Κρονίδη, ὕπατε κρειόντων,
  7. εἰπέ μοι εἰρομένῃ, τί νύ τοι νόος ἔνδοθι κεύθει;
  8. ἢ προτέρω πόλεμόν τε κακὸν καὶ φύλοπιν αἰνὴν
  9. τεύξεις, ἦ φιλότητα μετʼ ἀμφοτέροισι τίθησθα;