Odyssey
Homer
Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.
- οὐδʼ ἔτʼ ὀϊομένοισι, θεοὶ δέ σʼ ἀνήγαγον αὐτοί,
- οὖλέ τε καὶ μάλα χαῖρε, θεοὶ δέ τοι ὄλβια δοῖεν.
- καί μοι τοῦτʼ ἀγόρευσον ἐτήτυμον, ὄφρʼ ἐῢ εἰδῶ,
- ἢ ἤδη σάφα οἶδε περίφρων Πηνελόπεια
- νοστήσαντά σε δεῦρʼ, ἦ ἄγγελον ὀτρύνωμεν.
- τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς
- ὦ γέρον, ἤδη οἶδε· τί σε χρὴ ταῦτα πένεσθαι;
- ὣς φάθʼ, ὁ δʼ αὖτις ἄρʼ ἕζετʼ ἐϋξέστου ἐπὶ δίφρου.
- ὣς δʼ αὔτως παῖδες Δολίου κλυτὸν ἀμφʼ Ὀδυσῆα
- δεικανόωντʼ ἐπέεσσι καὶ ἐν χείρεσσι φύοντο,
- ἑξείης δʼ ἕζοντο παραὶ Δολίον, πατέρα σφόν.
- ὣς οἱ μὲν περὶ δεῖπνον ἐνὶ μεγάροισι πένοντο·
- Ὄσσα δʼ ἄρʼ ἄγγελος ὦκα κατὰ πτόλιν ᾤχετο πάντη,
- μνηστήρων στυγερὸν θάνατον καὶ κῆρʼ ἐνέπουσα.
- οἱ δʼ ἄρʼ ὁμῶς ἀΐοντες ἐφοίτων ἄλλοθεν ἄλλος
- μυχμῷ τε στοναχῇ τε δόμων προπάροιθʼ Ὀδυσῆος,
- ἐκ δὲ νέκυς οἴκων φόρεον καὶ θάπτον ἕκαστοι,
- τοὺς δʼ ἐξ ἀλλάων πολίων οἶκόνδε ἕκαστον
- πέμπον ἄγειν ἁλιεῦσι θοῇς ἐπὶ νηυσὶ τιθέντες·
- αὐτοὶ δʼ εἰς ἀγορὴν κίον ἀθρόοι, ἀχνύμενοι κῆρ.