Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἄνδρας μνηστῆρας· τῷ κε σφέων γούνατʼ ἔλυσα
  2. πολλῶν ἐν μεγάροισι, σὺ δὲ φρένας ἔνδον ἐγήθεις.
  3. ὣς οἷ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον.
  4. οἱ δʼ ἐπεὶ οὖν παύσαντο πόνου τετύκοντό τε δαῖτα,
  5. ἑξείης ἕζοντο κατὰ κλισμούς τε θρόνους τε·
  6. ἔνθʼ οἱ μὲν δείπνῳ ἐπεχείρεον, ἀγχίμολον δὲ
  7. ἦλθʼ ὁ γέρων Δολίος, σὺν δʼ υἱεῖς τοῖο γέροντος,
  8. ἐξ ἔργων μογέοντες, ἐπεὶ προμολοῦσα κάλεσσεν
  9. μήτηρ γρηῦς Σικελή, ἥ σφεας τρέφε καί ῥα γέροντα
  10. ἐνδυκέως κομέεσκεν, ἐπεὶ κατὰ γῆρας ἔμαρψεν.
  11. οἱ δʼ ὡς οὖν Ὀδυσῆα ἴδον φράσσαντό τε θυμῷ,
  12. ἔσταν ἐνὶ μεγάροισι τεθηπότες· αὐτὰρ Ὀδυσσεὺς
  13. μειλιχίοις ἐπέεσσι καθαπτόμενος προσέειπεν·
  14. ὦ γέρον, ἵζʼ ἐπὶ δεῖπνον, ἀπεκλελάθεσθε δὲ θάμβευς·
  15. δηρὸν γὰρ σίτῳ ἐπιχειρήσειν μεμαῶτες
  16. μίμνομεν ἐν μεγάροις, ὑμέας ποτιδέγμενοι αἰεί.
  17. ὣς ἄρ ἔφη, Δολίος δʼ ἰθὺς κίε χεῖρε πετάσσας
  18. ἀμφοτέρας, Ὀδυσεῦς δὲ λαβὼν κύσε χεῖρʼ ἐπὶ καρπῷ,
  19. καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
  20. ὦ φίλʼ, ἐπεὶ νόστησας ἐελδομένοισι μάλʼ ἡμῖν