Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. θάρσει, μή τοι ταῦτα μετὰ φρεσὶ σῇσι μελόντων.
  2. ἀλλʼ ἴομεν προτὶ οἶκον, ὃς ὀρχάτου ἐγγύθι κεῖται·
  3. ἔνθα δὲ Τηλέμαχον καὶ βουκόλον ἠδὲ συβώτην
  4. προὔπεμψʼ, ὡς ἂν δεῖπνον ἐφοπλίσσωσι τάχιστα.
  5. ὣς ἄρα φωνήσαντε βάτην πρὸς δώματα καλά.
  6. οἱ δʼ ὅτε δή ῥʼ ἵκοντο δόμους εὖ ναιετάοντας,
  7. εὗρον Τηλέμαχον καὶ βουκόλον ἠδὲ συβώτην
  8. ταμνομένους κρέα πολλὰ κερῶντάς τʼ αἴθοπα οἶνον.