Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. αὐτὰρ ἐπεί ῥʼ ἄμπνυτο καὶ ἐς φρένα θυμὸς ἀγέρθη,
  2. ἐξαῦτις μύθοισιν ἀμειβόμενος προσέειπε·
  3. Ζεῦ πάτερ, ἦ ῥα ἔτʼ ἔστε θεοὶ κατὰ μακρὸν Ὄλυμπον,
  4. εἰ ἐτεὸν μνηστῆρες ἀτάσθαλον ὕβριν ἔτισαν.
  5. νῦν δʼ αἰνῶς δείδοικα κατὰ φρένα μὴ τάχα πάντες
  6. ἐνθάδʼ ἐπέλθωσιν Ἰθακήσιοι, ἀγγελίας δὲ
  7. πάντη ἐποτρύνωσι Κεφαλλήνων πολίεσσι.
  8. τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·