Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. Ζεῦ πάτερ, ἦ ῥα ἔτʼ ἔστε θεοὶ κατὰ μακρὸν Ὄλυμπον,
  2. εἰ ἐτεὸν μνηστῆρες ἀτάσθαλον ὕβριν ἔτισαν.
  3. νῦν δʼ αἰνῶς δείδοικα κατὰ φρένα μὴ τάχα πάντες
  4. ἐνθάδʼ ἐπέλθωσιν Ἰθακήσιοι, ἀγγελίας δὲ
  5. πάντη ἐποτρύνωσι Κεφαλλήνων πολίεσσι.
  6. τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
  7. θάρσει, μή τοι ταῦτα μετὰ φρεσὶ σῇσι μελόντων.
  8. ἀλλʼ ἴομεν προτὶ οἶκον, ὃς ὀρχάτου ἐγγύθι κεῖται·
  9. ἔνθα δὲ Τηλέμαχον καὶ βουκόλον ἠδὲ συβώτην
  10. προὔπεμψʼ, ὡς ἂν δεῖπνον ἐφοπλίσσωσι τάχιστα.
  11. ὣς ἄρα φωνήσαντε βάτην πρὸς δώματα καλά.
  12. οἱ δʼ ὅτε δή ῥʼ ἵκοντο δόμους εὖ ναιετάοντας,
  13. εὗρον Τηλέμαχον καὶ βουκόλον ἠδὲ συβώτην
  14. ταμνομένους κρέα πολλὰ κερῶντάς τʼ αἴθοπα οἶνον.
  15. τόφρα δὲ Λαέρτην μεγαλήτορα ᾧ ἐνὶ οἴκῳ
  16. ἀμφίπολος Σικελὴ λοῦσεν καὶ χρῖσεν ἐλαίῳ,
  17. ἀμφὶ δʼ ἄρα χλαῖναν καλὴν βάλεν· αὐτὰρ Ἀθήνη
  18. ἄγχι παρισταμένη μέλεʼ ἤλδανε ποιμένι λαῶν,
  19. μείζονα δʼ ἠὲ πάρος καὶ πάσσονα θῆκεν ἰδέσθαι.
  20. ἐκ δʼ ἀσαμίνθου βῆ· θαύμαζε δέ μιν φίλος υἱός,
  21. ὡς ἴδεν ἀθανάτοισι θεοῖς ἐναλίγκιον ἄντην·
  22. καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
  23. ὦ πάτερ, ἦ μάλα τίς σε θεῶν αἰειγενετάων
  24. εἶδός τε μέγεθός τε ἀμείνονα θῆκεν ἰδέσθαι.
  25. τὸν δʼ αὖ Λαέρτης πεπνυμένος ἀντίον ηὔδα·
  26. αἲ γάρ, Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον,
  27. οἷος Νήρικον εἷλον, ἐϋκτίμενον πτολίεθρον,
  28. ἀκτὴν ἠπείροιο, Κεφαλλήνεσσιν ἀνάσσων,
  29. τοῖος ἐών τοι χθιζὸς ἐν ἡμετέροισι δόμοισιν,
  30. τεύχεʼ ἔχων ὤμοισιν, ἐφεστάμεναι καὶ ἀμύνειν
  31. ἄνδρας μνηστῆρας· τῷ κε σφέων γούνατʼ ἔλυσα
  32. πολλῶν ἐν μεγάροισι, σὺ δὲ φρένας ἔνδον ἐγήθεις.
  33. ὣς οἷ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον.