Odyssey
Homer
Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.
- τοῦ δʼ ὠρίνετο θυμός, ἀνὰ ῥῖνας δέ οἱ ἤδη
- δριμὺ μένος προὔτυψε φίλον πατέρʼ εἰσορόωντι.
- κύσσε δέ μιν περιφὺς ἐπιάλμενος, ἠδὲ προσηύδα·
- κεῖνος μέν τοι ὅδʼ αὐτὸς ἐγώ, πάτερ, ὃν σὺ μεταλλᾷς,
- ἤλυθον εἰκοστῷ ἔτεϊ ἐς πατρίδα γαῖαν.
- ἀλλʼ ἴσχεο κλαυθμοῖο γόοιό τε δακρυόεντος.
- ἐκ γάρ τοι ἐρέω· μάλα δὲ χρὴ σπευδέμεν ἔμπης·
- μνηστῆρας κατέπεφνον ἐν ἡμετέροισι δόμοισι,
- λώβην τινύμενος θυμαλγέα καὶ κακὰ ἔργα.
- τὸν δʼ αὖ Λαέρτης ἀπαμείβετο φώνησέν τε·
- εἰ μὲν δὴ Ὀδυσεύς γε ἐμὸς πάϊς ἐνθάδʼ ἱκάνεις,
- σῆμά τί μοι νῦν εἰπὲ ἀριφραδές, ὄφρα πεποίθω.
- τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
- οὐλὴν μὲν πρῶτον τήνδε φράσαι ὀφθαλμοῖσι,
- τὴν ἐν Παρνησῷ μʼ ἔλασεν σῦς λευκῷ ὀδόντι
- οἰχόμενον· σὺ δέ με προΐεις καὶ πότνια μήτηρ
- ἐς πατέρʼ Αὐτόλυκον μητρὸς φίλον, ὄφρʼ ἂν ἑλοίμην
- δῶρα, τὰ δεῦρο μολών μοι ὑπέσχετο καὶ κατένευσεν.
- εἰ δʼ ἄγε τοι καὶ δένδρεʼ ἐϋκτιμένην κατʼ ἀλωὴν
- εἴπω, ἅ μοί ποτʼ ἔδωκας, ἐγὼ δʼ ᾔτεόν σε ἕκαστα
- παιδνὸς ἐών, κατὰ κῆπον ἐπισπόμενος· διὰ δʼ αὐτῶν
- ἱκνεύμεσθα, σὺ δʼ ὠνόμασας καὶ ἔειπες ἕκαστα.
- ὄγχνας μοι δῶκας τρισκαίδεκα καὶ δέκα μηλέας,
- συκέας τεσσαράκοντʼ· ὄρχους δέ μοι ὧδʼ ὀνόμηνας
- δώσειν πεντήκοντα, διατρύγιος δὲ ἕκαστος
- ἤην· ἔνθα δʼ ἀνὰ σταφυλαὶ παντοῖαι ἔασιν—
- ὁππότε δὴ Διὸς ὧραι ἐπιβρίσειαν ὕπερθεν.
- ὣς φάτο, τοῦ δʼ αὐτοῦ λύτο γούνατα καὶ φίλον ἦτορ,
- σήματʼ ἀναγνόντος τά οἱ ἔμπεδα πέφραδʼ Ὀδυσσεύς.
- ἀμφὶ δὲ παιδὶ φίλῳ βάλε πήχεε· τὸν δὲ ποτὶ οἷ
- εἷλεν ἀποψύχοντα πολύτλας δῖος Ὀδυσσεύς.
- αὐτὰρ ἐπεί ῥʼ ἄμπνυτο καὶ ἐς φρένα θυμὸς ἀγέρθη,
- ἐξαῦτις μύθοισιν ἀμειβόμενος προσέειπε·