Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. τέσσαρας εἰδαλίμας, ἃς ἤθελεν αὐτὸς ἑλέσθαι.
  2. τὸν δʼ ἠμείβετʼ ἔπειτα πατὴρ κατὰ δάκρυον εἴβων·
  3. ξεῖνʼ, ἦ τοι μὲν γαῖαν ἱκάνεις, ἣν ἐρεείνεις,
  4. ὑβρισταὶ δʼ αὐτὴν καὶ ἀτάσθαλοι ἄνδρες ἔχουσιν·
  5. δῶρα δʼ ἐτώσια ταῦτα χαρίζεο, μυρίʼ ὀπάζων·
  6. εἰ γάρ μιν ζωόν γʼ ἐκίχεις Ἰθάκης ἐνὶ δήμῳ,
  7. τῷ κέν σʼ εὖ δώροισιν ἀμειψάμενος ἀπέπεμψε
  8. καὶ ξενίῃ ἀγαθῇ ἡ γὰρ θέμις, ὅς τις ὑπάρξῃ.
  9. ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,