Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • Λαέρτην Ἀρκεισιάδην πατέρʼ ἔμμεναι αὐτῷ.
  • τὸν μὲν ἐγὼ πρὸς δώματʼ ἄγων ἐῢ ἐξείνισσα,
  • ἐνδυκέως φιλέων, πολλῶν κατὰ οἶκον ἐόντων,
  • καί οἱ δῶρα πόρον ξεινήϊα, οἷα ἐῴκει.
  • χρυσοῦ μέν οἱ δῶκʼ εὐεργέος ἑπτὰ τάλαντα,
  • δῶκα δέ οἱ κρητῆρα πανάργυρον ἀνθεμόεντα,
  • δώδεκα δʼ ἁπλοΐδας χλαίνας, τόσσους δὲ τάπητας,
  • τόσσα δὲ φάρεα καλά, τόσους δʼ ἐπὶ τοῖσι χιτῶνας,
  • χωρὶς δʼ αὖτε γυναῖκας, ἀμύμονα ἔργα ἰδυίας,