Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἦ τοι ὁ μὲν κατέχων κεφαλὴν φυτὸν ἀμφελάχαινε·
  2. τὸν δὲ παριστάμενος προσεφώνεε φαίδιμος υἱός·
  3. ὦ γέρον, οὐκ ἀδαημονίη σʼ ἔχει ἀμφιπολεύειν
  4. ὄρχατον, ἀλλʼ εὖ τοι κομιδὴ ἔχει, οὐδέ τι πάμπαν,
  5. οὐ φυτόν, οὐ συκέη, οὐκ ἄμπελος, οὐ μὲν ἐλαίη,
  6. οὐκ ὄγχνη, οὐ πρασιή τοι ἄνευ κομιδῆς κατὰ κῆπον.
  7. ἄλλο δέ τοι ἐρέω, σὺ δὲ μὴ χόλον ἔνθεο θυμῷ
  8. αὐτόν σʼ οὐκ ἀγαθὴ κομιδὴ ἔχει, ἀλλʼ ἅμα γῆρας
  9. λυγρὸν ἔχεις αὐχμεῖς τε κακῶς καὶ ἀεικέα ἕσσαι.
  10. οὐ μὲν ἀεργίης γε ἄναξ ἕνεκʼ οὔ σε κομίζει,
  11. οὐδέ τί τοι δούλειον ἐπιπρέπει εἰσοράασθαι
  12. εἶδος καὶ μέγεθος· βασιλῆϊ γὰρ ἀνδρὶ ἔοικας.
  13. τοιούτῳ δὲ ἔοικας, ἐπεὶ λούσαιτο φάγοι τε,
  14. εὑδέμεναι μαλακῶς· ἡ γὰρ δίκη ἐστὶ γερόντων.
  15. ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,
  16. τεῦ δμὼς εἶς ἀνδρῶν; τεῦ δʼ ὄρχατον ἀμφιπολεύεις;
  17. καὶ μοι τοῦτʼ ἀγόρευσον ἐτήτυμον, ὄφρʼ ἐῢ εἰδῶ,
  18. εἰ ἐτεόν γʼ Ἰθάκην τήνδʼ ἱκόμεθʼ, ὥς μοι ἔειπεν
  19. οὗτος ἀνὴρ νῦν δὴ ξυμβλήμενος ἐνθάδʼ ἰόντι,
  20. οὔ τι μάλʼ ἀρτίφρων, ἐπεὶ οὐ τόλμησεν ἕκαστα
  21. εἰπεῖν ἠδʼ ἐπακοῦσαι ἐμὸν ἔπος, ὡς ἐρέεινον
  22. ἀμφὶ ξείνῳ ἐμῷ, ἤ που ζώει τε καὶ ἔστιν
  23. ἦ ἤδη τέθνηκε καὶ εἰν Ἀΐδαο δόμοισιν.
  24. ἐκ γάρ τοι ἐρέω, σὺ δὲ σύνθεο καί μευ ἄκουσον·
  25. ἄνδρα ποτʼ ἐξείνισσα φίλῃ ἐνὶ πατρίδι γαίῃ
  26. ἡμέτερόνδʼ ἐλθόντα, καὶ οὔ πω τις βροτὸς ἄλλος
  27. ξείνων τηλεδαπῶν φιλίων ἐμὸν ἵκετο δῶμα·
  28. εὔχετο δʼ ἐξ Ἰθάκης γένος ἔμμεναι, αὐτὰρ ἔφασκε
  29. Λαέρτην Ἀρκεισιάδην πατέρʼ ἔμμεναι αὐτῷ.
  30. τὸν μὲν ἐγὼ πρὸς δώματʼ ἄγων ἐῢ ἐξείνισσα,
  31. ἐνδυκέως φιλέων, πολλῶν κατὰ οἶκον ἐόντων,
  32. καί οἱ δῶρα πόρον ξεινήϊα, οἷα ἐῴκει.
  33. χρυσοῦ μέν οἱ δῶκʼ εὐεργέος ἑπτὰ τάλαντα,
  34. δῶκα δέ οἱ κρητῆρα πανάργυρον ἀνθεμόεντα,
  35. δώδεκα δʼ ἁπλοΐδας χλαίνας, τόσσους δὲ τάπητας,
  36. τόσσα δὲ φάρεα καλά, τόσους δʼ ἐπὶ τοῖσι χιτῶνας,
  37. χωρὶς δʼ αὖτε γυναῖκας, ἀμύμονα ἔργα ἰδυίας,
  38. τέσσαρας εἰδαλίμας, ἃς ἤθελεν αὐτὸς ἑλέσθαι.
  39. τὸν δʼ ἠμείβετʼ ἔπειτα πατὴρ κατὰ δάκρυον εἴβων·
  40. ξεῖνʼ, ἦ τοι μὲν γαῖαν ἱκάνεις, ἣν ἐρεείνεις,
  41. ὑβρισταὶ δʼ αὐτὴν καὶ ἀτάσθαλοι ἄνδρες ἔχουσιν·
  42. δῶρα δʼ ἐτώσια ταῦτα χαρίζεο, μυρίʼ ὀπάζων·
  43. εἰ γάρ μιν ζωόν γʼ ἐκίχεις Ἰθάκης ἐνὶ δήμῳ,
  44. τῷ κέν σʼ εὖ δώροισιν ἀμειψάμενος ἀπέπεμψε
  45. καὶ ξενίῃ ἀγαθῇ ἡ γὰρ θέμις, ὅς τις ὑπάρξῃ.
  46. ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,
  47. πόστον δὴ ἔτος ἐστίν, ὅτε ξείνισσας ἐκεῖνον
  48. σὸν ξεῖνον δύστηνον, ἐμὸν παῖδʼ, εἴ ποτʼ ἔην γε,
  49. δύσμορον; ὅν που τῆλε φίλων καὶ πατρίδος αἴης
  50. ἠέ που ἐν πόντῳ φάγον ἰχθύες, ἢ ἐπὶ χέρσου
  51. θηρσὶ καὶ οἰωνοῖσιν ἕλωρ γένετʼ· οὐδέ ἑ μήτηρ
  52. κλαῦσε περιστείλασα πατήρ θʼ, οἵ μιν τεκόμεσθα·
  53. οὐδʼ ἄλοχος πολύδωρος, ἐχέφρων Πηνελόπεια,
  54. κώκυσʼ ἐν λεχέεσσιν ἑὸν πόσιν, ὡς ἐπεῴκει,
  55. ὀφθαλμοὺς καθελοῦσα· τὸ γὰρ γέρας ἐστὶ θανόντων.
  56. καί μοι τοῦτʼ ἀγόρευσον ἐτήτυμον, ὄφρʼ ἐῢ εἰδῶ·
  57. τίς πόθεν εἶς ἀνδρῶν; πόθι τοι πόλις ἠδὲ τοκῆες;
  58. ποῦ δὲ νηῦς ἕστηκε θοή, ἥ σʼ ἤγαγε δεῦρο
  59. ἀντιθέους θʼ ἑτάρους; ἦ ἔμπορος εἰλήλουθας
  60. νηὸς ἐπʼ ἀλλοτρίης, οἱ δʼ ἐκβήσαντες ἔβησαν;
  61. τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
  62. τοιγὰρ ἐγώ τοι πάντα μάλʼ ἀτρεκέως καταλέξω.
  63. εἰμὶ μὲν ἐξ Ἀλύβαντος, ὅθι κλυτὰ δώματα ναίω,
  64. υἱὸς Ἀφείδαντος Πολυπημονίδαο ἄνακτος·
  65. αὐτὰρ ἐμοί γʼ ὄνομʼ ἐστὶν Ἐπήριτος· ἀλλά με δαίμων
  66. πλάγξʼ ἀπὸ Σικανίης δεῦρʼ ἐλθέμεν οὐκ ἐθέλοντα·
  67. νηῦς δέ μοι ἥδʼ ἕστηκεν ἐπʼ ἀγροῦ νόσφι πόληος.
  68. αὐτὰρ Ὀδυσσῆϊ τόδε δὴ πέμπτον ἔτος ἐστίν,
  69. ἐξ οὗ κεῖθεν ἔβη καὶ ἐμῆς ἀπελήλυθε πάτρης,
  70. δύσμορος· ἦ τέ οἱ ἐσθλοὶ ἔσαν ὄρνιθες ἰόντι,
  71. δεξιοί, οἷς χαίρων μὲν ἐγὼν ἀπέπεμπον ἐκεῖνον,
  72. χαῖρε δὲ κεῖνος ἰών· θυμὸς δʼ ἔτι νῶϊν ἐώλπει
  73. μίξεσθαι ξενίῃ ἠδʼ ἀγλαὰ δῶρα διδώσειν.
  74. ὣς φάτο, τὸν δʼ ἄχεος νεφέλη ἐκάλυψε μέλαινα·
  75. ἀμφοτέρῃσι δὲ χερσὶν ἑλὼν κόνιν αἰθαλόεσσαν
  76. χεύατο κὰκ κεφαλῆς πολιῆς, ἁδινὰ στεναχίζων.
  77. τοῦ δʼ ὠρίνετο θυμός, ἀνὰ ῥῖνας δέ οἱ ἤδη
  78. δριμὺ μένος προὔτυψε φίλον πατέρʼ εἰσορόωντι.
  79. κύσσε δέ μιν περιφὺς ἐπιάλμενος, ἠδὲ προσηύδα·
  80. κεῖνος μέν τοι ὅδʼ αὐτὸς ἐγώ, πάτερ, ὃν σὺ μεταλλᾷς,
  81. ἤλυθον εἰκοστῷ ἔτεϊ ἐς πατρίδα γαῖαν.
  82. ἀλλʼ ἴσχεο κλαυθμοῖο γόοιό τε δακρυόεντος.
  83. ἐκ γάρ τοι ἐρέω· μάλα δὲ χρὴ σπευδέμεν ἔμπης·
  84. μνηστῆρας κατέπεφνον ἐν ἡμετέροισι δόμοισι,
  85. λώβην τινύμενος θυμαλγέα καὶ κακὰ ἔργα.
  86. τὸν δʼ αὖ Λαέρτης ἀπαμείβετο φώνησέν τε·
  87. εἰ μὲν δὴ Ὀδυσεύς γε ἐμὸς πάϊς ἐνθάδʼ ἱκάνεις,
  88. σῆμά τί μοι νῦν εἰπὲ ἀριφραδές, ὄφρα πεποίθω.
  89. τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
  90. οὐλὴν μὲν πρῶτον τήνδε φράσαι ὀφθαλμοῖσι,
  91. τὴν ἐν Παρνησῷ μʼ ἔλασεν σῦς λευκῷ ὀδόντι
  92. οἰχόμενον· σὺ δέ με προΐεις καὶ πότνια μήτηρ
  93. ἐς πατέρʼ Αὐτόλυκον μητρὸς φίλον, ὄφρʼ ἂν ἑλοίμην
  94. δῶρα, τὰ δεῦρο μολών μοι ὑπέσχετο καὶ κατένευσεν.
  95. εἰ δʼ ἄγε τοι καὶ δένδρεʼ ἐϋκτιμένην κατʼ ἀλωὴν
  96. εἴπω, ἅ μοί ποτʼ ἔδωκας, ἐγὼ δʼ ᾔτεόν σε ἕκαστα
  97. παιδνὸς ἐών, κατὰ κῆπον ἐπισπόμενος· διὰ δʼ αὐτῶν
  98. ἱκνεύμεσθα, σὺ δʼ ὠνόμασας καὶ ἔειπες ἕκαστα.
  99. ὄγχνας μοι δῶκας τρισκαίδεκα καὶ δέκα μηλέας,
  100. συκέας τεσσαράκοντʼ· ὄρχους δέ μοι ὧδʼ ὀνόμηνας
  101. δώσειν πεντήκοντα, διατρύγιος δὲ ἕκαστος
  102. ἤην· ἔνθα δʼ ἀνὰ σταφυλαὶ παντοῖαι ἔασιν—
  103. ὁππότε δὴ Διὸς ὧραι ἐπιβρίσειαν ὕπερθεν.
  104. ὣς φάτο, τοῦ δʼ αὐτοῦ λύτο γούνατα καὶ φίλον ἦτορ,
  105. σήματʼ ἀναγνόντος τά οἱ ἔμπεδα πέφραδʼ Ὀδυσσεύς.
  106. ἀμφὶ δὲ παιδὶ φίλῳ βάλε πήχεε· τὸν δὲ ποτὶ οἷ
  107. εἷλεν ἀποψύχοντα πολύτλας δῖος Ὀδυσσεύς.
  108. αὐτὰρ ἐπεί ῥʼ ἄμπνυτο καὶ ἐς φρένα θυμὸς ἀγέρθη,
  109. ἐξαῦτις μύθοισιν ἀμειβόμενος προσέειπε·
  110. Ζεῦ πάτερ, ἦ ῥα ἔτʼ ἔστε θεοὶ κατὰ μακρὸν Ὄλυμπον,
  111. εἰ ἐτεὸν μνηστῆρες ἀτάσθαλον ὕβριν ἔτισαν.
  112. νῦν δʼ αἰνῶς δείδοικα κατὰ φρένα μὴ τάχα πάντες
  113. ἐνθάδʼ ἐπέλθωσιν Ἰθακήσιοι, ἀγγελίας δὲ
  114. πάντη ἐποτρύνωσι Κεφαλλήνων πολίεσσι.
  115. τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
  116. θάρσει, μή τοι ταῦτα μετὰ φρεσὶ σῇσι μελόντων.
  117. ἀλλʼ ἴομεν προτὶ οἶκον, ὃς ὀρχάτου ἐγγύθι κεῖται·
  118. ἔνθα δὲ Τηλέμαχον καὶ βουκόλον ἠδὲ συβώτην
  119. προὔπεμψʼ, ὡς ἂν δεῖπνον ἐφοπλίσσωσι τάχιστα.
  120. ὣς ἄρα φωνήσαντε βάτην πρὸς δώματα καλά.
  121. οἱ δʼ ὅτε δή ῥʼ ἵκοντο δόμους εὖ ναιετάοντας,
  122. εὗρον Τηλέμαχον καὶ βουκόλον ἠδὲ συβώτην
  123. ταμνομένους κρέα πολλὰ κερῶντάς τʼ αἴθοπα οἶνον.
  124. τόφρα δὲ Λαέρτην μεγαλήτορα ᾧ ἐνὶ οἴκῳ
  125. ἀμφίπολος Σικελὴ λοῦσεν καὶ χρῖσεν ἐλαίῳ,
  126. ἀμφὶ δʼ ἄρα χλαῖναν καλὴν βάλεν· αὐτὰρ Ἀθήνη
  127. ἄγχι παρισταμένη μέλεʼ ἤλδανε ποιμένι λαῶν,
  128. μείζονα δʼ ἠὲ πάρος καὶ πάσσονα θῆκεν ἰδέσθαι.
  129. ἐκ δʼ ἀσαμίνθου βῆ· θαύμαζε δέ μιν φίλος υἱός,
  130. ὡς ἴδεν ἀθανάτοισι θεοῖς ἐναλίγκιον ἄντην·
  131. καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
  132. ὦ πάτερ, ἦ μάλα τίς σε θεῶν αἰειγενετάων
  133. εἶδός τε μέγεθός τε ἀμείνονα θῆκεν ἰδέσθαι.
  134. τὸν δʼ αὖ Λαέρτης πεπνυμένος ἀντίον ηὔδα·
  135. αἲ γάρ, Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον,
  136. οἷος Νήρικον εἷλον, ἐϋκτίμενον πτολίεθρον,
  137. ἀκτὴν ἠπείροιο, Κεφαλλήνεσσιν ἀνάσσων,
  138. τοῖος ἐών τοι χθιζὸς ἐν ἡμετέροισι δόμοισιν,
  139. τεύχεʼ ἔχων ὤμοισιν, ἐφεστάμεναι καὶ ἀμύνειν
  140. ἄνδρας μνηστῆρας· τῷ κε σφέων γούνατʼ ἔλυσα
  141. πολλῶν ἐν μεγάροισι, σὺ δὲ φρένας ἔνδον ἐγήθεις.
  142. ὣς οἷ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον.
  143. οἱ δʼ ἐπεὶ οὖν παύσαντο πόνου τετύκοντό τε δαῖτα,
  144. ἑξείης ἕζοντο κατὰ κλισμούς τε θρόνους τε·
  145. ἔνθʼ οἱ μὲν δείπνῳ ἐπεχείρεον, ἀγχίμολον δὲ
  146. ἦλθʼ ὁ γέρων Δολίος, σὺν δʼ υἱεῖς τοῖο γέροντος,
  147. ἐξ ἔργων μογέοντες, ἐπεὶ προμολοῦσα κάλεσσεν
  148. μήτηρ γρηῦς Σικελή, ἥ σφεας τρέφε καί ῥα γέροντα
  149. ἐνδυκέως κομέεσκεν, ἐπεὶ κατὰ γῆρας ἔμαρψεν.
  150. οἱ δʼ ὡς οὖν Ὀδυσῆα ἴδον φράσσαντό τε θυμῷ,
  151. ἔσταν ἐνὶ μεγάροισι τεθηπότες· αὐτὰρ Ὀδυσσεὺς
  152. μειλιχίοις ἐπέεσσι καθαπτόμενος προσέειπεν·
  153. ὦ γέρον, ἵζʼ ἐπὶ δεῖπνον, ἀπεκλελάθεσθε δὲ θάμβευς·
  154. δηρὸν γὰρ σίτῳ ἐπιχειρήσειν μεμαῶτες
  155. μίμνομεν ἐν μεγάροις, ὑμέας ποτιδέγμενοι αἰεί.
  156. ὣς ἄρ ἔφη, Δολίος δʼ ἰθὺς κίε χεῖρε πετάσσας
  157. ἀμφοτέρας, Ὀδυσεῦς δὲ λαβὼν κύσε χεῖρʼ ἐπὶ καρπῷ,
  158. καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
  159. ὦ φίλʼ, ἐπεὶ νόστησας ἐελδομένοισι μάλʼ ἡμῖν
  160. οὐδʼ ἔτʼ ὀϊομένοισι, θεοὶ δέ σʼ ἀνήγαγον αὐτοί,
  161. οὖλέ τε καὶ μάλα χαῖρε, θεοὶ δέ τοι ὄλβια δοῖεν.
  162. καί μοι τοῦτʼ ἀγόρευσον ἐτήτυμον, ὄφρʼ ἐῢ εἰδῶ,
  163. ἢ ἤδη σάφα οἶδε περίφρων Πηνελόπεια
  164. νοστήσαντά σε δεῦρʼ, ἦ ἄγγελον ὀτρύνωμεν.
  165. τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς
  166. ὦ γέρον, ἤδη οἶδε· τί σε χρὴ ταῦτα πένεσθαι;
  167. ὣς φάθʼ, ὁ δʼ αὖτις ἄρʼ ἕζετʼ ἐϋξέστου ἐπὶ δίφρου.
  168. ὣς δʼ αὔτως παῖδες Δολίου κλυτὸν ἀμφʼ Ὀδυσῆα
  169. δεικανόωντʼ ἐπέεσσι καὶ ἐν χείρεσσι φύοντο,
  170. ἑξείης δʼ ἕζοντο παραὶ Δολίον, πατέρα σφόν.
  171. ὣς οἱ μὲν περὶ δεῖπνον ἐνὶ μεγάροισι πένοντο·
  172. Ὄσσα δʼ ἄρʼ ἄγγελος ὦκα κατὰ πτόλιν ᾤχετο πάντη,
  173. μνηστήρων στυγερὸν θάνατον καὶ κῆρʼ ἐνέπουσα.
  174. οἱ δʼ ἄρʼ ὁμῶς ἀΐοντες ἐφοίτων ἄλλοθεν ἄλλος
  175. μυχμῷ τε στοναχῇ τε δόμων προπάροιθʼ Ὀδυσῆος,
  176. ἐκ δὲ νέκυς οἴκων φόρεον καὶ θάπτον ἕκαστοι,
  177. τοὺς δʼ ἐξ ἀλλάων πολίων οἶκόνδε ἕκαστον
  178. πέμπον ἄγειν ἁλιεῦσι θοῇς ἐπὶ νηυσὶ τιθέντες·
  179. αὐτοὶ δʼ εἰς ἀγορὴν κίον ἀθρόοι, ἀχνύμενοι κῆρ.
  180. αὐτὰρ ἐπεί ῥʼ ἤγερθεν ὁμηγερέες τʼ ἐγένοντο,
  181. τοῖσιν δʼ Εὐπείθης ἀνά θʼ ἵστατο καὶ μετέειπε·
  182. παιδὸς γάρ οἱ ἄλαστον ἐνὶ φρεσὶ πένθος ἔκειτο,
  183. Ἀντινόου, τὸν πρῶτον ἐνήρατο δῖος Ὀδυσσεύς·
  184. τοῦ ὅ γε δάκρυ χέων ἀγορήσατο καὶ μετέειπεν·
  185. ὦ φίλοι, ἦ μέγα ἔργον ἀνὴρ ὅδʼ ἐμήσατʼ Ἀχαιούς·
  186. τοὺς μὲν σὺν νήεσσιν ἄγων πολέας τε καὶ ἐσθλοὺς
  187. ὤλεσε μὲν νῆας γλαφυράς, ἀπὸ δʼ ὤλεσε λαούς·
  188. τοὺς δʼ ἐλθὼν ἔκτεινε Κεφαλλήνων ὄχʼ ἀρίστους,
  189. ἀλλʼ ἄγετε, πρὶν τοῦτον ἢ ἐς Πύλον ὦκα ἱκέσθαι
  190. ἢ καὶ ἐς Ἤλιδα δῖαν, ὅθι κρατέουσιν Ἐπειοί,
  191. ἴομεν· ἦ καὶ ἔπειτα κατηφέες ἐσσόμεθʼ αἰεί·
  192. λώβη γὰρ τάδε γʼ ἐστὶ καὶ ἐσσομένοισι πυθέσθαι,
  193. εἰ δὴ μὴ παίδων τε κασιγνήτων τε φονῆας
  194. τισόμεθʼ. οὐκ ἂν ἐμοί γε μετὰ φρεσὶν ἡδὺ γένοιτο
  195. ζωέμεν, ἀλλὰ τάχιστα θανὼν φθιμένοισι μετείην.
  196. ἀλλʼ ἴομεν, μὴ φθέωσι περαιωθέντες ἐκεῖνοι.
  197. ὣς φάτο δάκρυ χέων, οἶκτος δʼ ἕλε πάντας Ἀχαιούς.
  198. ἀγχίμολον δέ σφʼ ἦλθε Μέδων καὶ θεῖος ἀοιδὸς
  199. ἐκ μεγάρων Ὀδυσῆος, ἐπεί σφεας ὕπνος ἀνῆκεν,
  200. ἔσταν δʼ ἐν μέσσοισι· τάφος δʼ ἕλεν ἄνδρα ἕκαστον.
  201. τοῖσι δὲ καὶ μετέειπε Μέδων πεπνυμένα εἰδώς·
  202. κέκλυτε δὴ νῦν μευ, Ἰθακήσιοι· οὐ γὰρ Ὀδυσσεὺς
  203. ἀθανάτων ἀέκητι θεῶν τάδʼ ἐμήσατο ἔργα·
  204. αὐτὸς ἐγὼν εἶδον θεὸν ἄμβροτον, ὅς ῥʼ Ὀδυσῆϊ
  205. ἐγγύθεν ἑστήκει καὶ Μέντορι πάντα ἐῴκει.
  206. ἀθάνατος δὲ θεὸς τοτὲ μὲν προπάροιθʼ Ὀδυσῆος
  207. φαίνετο θαρσύνων, τοτὲ δὲ μνηστῆρας ὀρίνων
  208. θῦνε κατὰ μέγαρον· τοὶ δʼ ἀγχιστῖνοι ἔπιπτον.
  209. ὣς φάτο, τοὺς δʼ ἄρα πάντας ὑπὸ χλωρὸν δέος ᾕρει.
  210. τοῖσι δὲ καὶ μετέειπε γέρων ἥρως Ἁλιθέρσης
  211. Μαστορίδης· ὁ γὰρ οἶος ὅρα πρόσσω καὶ ὀπίσσω·
  212. ὅ σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπε·
  213. κέκλυτε δὴ νῦν μευ, Ἰθακήσιοι, ὅττι κεν εἴπω·
  214. ὑμετέρῃ κακότητι, φίλοι, τάδε ἔργα γένοντο·
  215. οὐ γὰρ ἐμοὶ πείθεσθʼ, οὐ Μέντορι ποιμένι λαῶν,
  216. ὑμετέρους παῖδας καταπαυέμεν ἀφροσυνάων,
  217. οἳ μέγα ἔργον ἔρεξαν ἀτασθαλίῃσι κακῇσι,
  218. κτήματα κείροντες καὶ ἀτιμάζοντες ἄκοιτιν
  219. ἀνδρὸς ἀριστῆος· τὸν δʼ οὐκέτι φάντο νέεσθαι.
  220. καὶ νῦν ὧδε γένοιτο. πίθεσθέ μοι ὡς ἀγορεύω·
  221. μὴ ἴομεν, μή πού τις ἐπίσπαστον κακὸν εὕρῃ.
  222. ὣς ἔφαθʼ, οἱ δʼ ἄρʼ ἀνήϊξαν μεγάλῳ ἀλαλητῷ
  223. ἡμίσεων πλείους· τοὶ δʼ ἀθρόοι αὐτόθι μίμνον·
  224. οὐ γὰρ σφιν ἅδε μῦθος ἐνὶ φρεσίν, ἀλλʼ Εὐπείθει
  225. πείθοντʼ· αἶψα δʼ ἔπειτʼ ἐπὶ τεύχεα ἐσσεύοντο.
  226. αὐτὰρ ἐπεί ῥʼ ἕσσαντο περὶ χροῒ νώροπα χαλκόν,
  227. ἀθρόοι ἠγερέθοντο πρὸ ἄστεος εὐρυχόροιο.
  228. τοῖσιν δʼ Εὐπείθης ἡγήσατο νηπιέῃσι·
  229. φῆ δʼ ὅ γε τίσεσθαι παιδὸς φόνον, οὐδʼ ἄρʼ ἔμελλεν
  230. ἂψ ἀπονοστήσειν, ἀλλʼ αὐτοῦ πότμον ἐφέψειν.
  231. αὐτὰρ Ἀθηναίη Ζῆνα Κρονίωνα προσηύδα·
  232. ὦ πάτερ ἡμέτερε, Κρονίδη, ὕπατε κρειόντων,
  233. εἰπέ μοι εἰρομένῃ, τί νύ τοι νόος ἔνδοθι κεύθει;
  234. ἢ προτέρω πόλεμόν τε κακὸν καὶ φύλοπιν αἰνὴν
  235. τεύξεις, ἦ φιλότητα μετʼ ἀμφοτέροισι τίθησθα;
  236. τὴν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς·
  237. τέκνον ἐμόν, τί με ταῦτα διείρεαι ἠδὲ μεταλλᾷς;
  238. οὐ γὰρ δὴ τοῦτον μὲν ἐβούλευσας νόον αὐτή,
  239. ὡς ἦ τοι κείνους Ὀδυσεὺς ἀποτίσεται ἐλθών;
  240. ἔρξον ὅπως ἐθέλεις· ἐρέω τέ τοι ὡς ἐπέοικεν.
  241. ἐπεὶ δὴ μνηστῆρας ἐτίσατο δῖος Ὀδυσσεύς,
  242. ὅρκια πιστὰ ταμόντες ὁ μὲν βασιλευέτω αἰεί,
  243. ἡμεῖς δʼ αὖ παίδων τε κασιγνήτων τε φόνοιο
  244. ἔκλησιν θέωμεν· τοὶ δʼ ἀλλήλους φιλεόντων
  245. ὡς τὸ πάρος, πλοῦτος δὲ καὶ εἰρήνη ἅλις ἔστω.
  246. ὣς εἰπὼν ὤτρυνε πάρος μεμαυῖαν Ἀθήνην,
  247. βῆ δὲ κατʼ Οὐλύμποιο καρήνων ἀΐξασα.
  248. οἱ δʼ ἐπεὶ οὖν σίτοιο μελίφρονος ἐξ ἔρον ἕντο,
  249. τοῖς δʼ ἄρα μύθων ἦρχε πολύτλας δῖος Ὀδυσσεύς·
  250. ἐξελθών τις ἴδοι μὴ δὴ σχεδὸν ὦσι κιόντες.
  251. ὣς ἔφατʼ· ἐκ δʼ υἱὸς Δολίου κίεν, ὡς ἐκέλευεν·
  252. στῆ δʼ ἄρʼ ἐπʼ οὐδὸν ἰών, τοὺς δὲ σχεδὸν ἔσιδε πάντας·
  253. αἶψα δʼ Ὀδυσσῆα ἔπεα πτερόεντα προσηύδα·
  254. οἵδε δὴ ἐγγὺς ἔασʼ· ἀλλʼ ὁπλιζώμεθα θᾶσσον.
  255. ὣς ἔφαθʼ, οἱ δʼ ὤρνυντο καὶ ἐν τεύχεσσι δύοντο,
  256. τέσσαρες ἀμφʼ Ὀδυσῆʼ, ἓξ δʼ υἱεῖς οἱ Δολίοιο·
  257. ἐν δʼ ἄρα Λαέρτης Δολίος τʼ ἐς τεύχεʼ ἔδυνον,
  258. καὶ πολιοί περ ἐόντες, ἀναγκαῖοι πολεμισταί.
  259. αὐτὰρ ἐπεί ῥʼ ἕσσαντο περὶ χροῒ νώροπα χαλκόν,
  260. ὤϊξάν ῥα θύρας, ἐκ δʼ ἤϊον, ἄρχε δʼ Ὀδυσσεύς.
  261. τοῖσι δʼ ἐπʼ ἀγχίμολον θυγάτηρ Διὸς ἦλθεν Ἀθήνη
  262. Μέντορι εἰδομένη ἠμὲν δέμας ἠδὲ καὶ αὐδήν.
  263. τὴν μὲν ἰδὼν γήθησε πολύτλας δῖος Ὀδυσσεύς·
  264. αἶψα δὲ Τηλέμαχον προσεφώνεεν ὃν φίλον υἱόν·
  265. Τηλέμαχʼ, ἤδη μὲν τόδε γʼ εἴσεαι αὐτὸς ἐπελθών,
  266. ἀνδρῶν μαρναμένων ἵνα τε κρίνονται ἄριστοι,
  267. μή τι καταισχύνειν πατέρων γένος, οἳ τὸ πάρος περ
  268. ἀλκῇ τʼ ἠνορέῃ τε κεκάσμεθα πᾶσαν ἐπʼ αἶαν.
  269. τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
  270. ὄψεαι, αἴ κʼ ἐθέλῃσθα, πάτερ φίλε, τῷδʼ ἐπὶ θυμῷ
  271. οὔ τι καταισχύνοντα τεὸν γένος, ὡς ἀγορεύεις.
  272. ὣς φάτο, Λαέρτης δʼ ἐχάρη καὶ μῦθον ἔειπε·