ῥηϊδίως δʼ ἐτάνυσσε βιόν, διὰ δʼ ἧκε σιδήρου,στῆ δʼ ἄρʼ ἐπʼ οὐδὸν ἰών, ταχέας δʼ ἐκχεύατʼ ὀϊστοὺςδεινὸν παπταίνων, βάλε δʼ Ἀντίνοον βασιλῆα.αὐτὰρ ἔπειτʼ ἄλλοις ἐφίει βέλεα στονόεντα,ἄντα τιτυσκόμενος· τοὶ δʼ ἀγχιστῖνοι ἔπιπτον.γνωτὸν δʼ ἦν ὅ ῥά τίς σφι θεῶν ἐπιτάρροθος ἦεν·αὐτίκα γὰρ κατὰ δώματʼ ἐπισπόμενοι μένεϊ σφῷκτεῖνον ἐπιστροφάδην, τῶν δὲ στόνος ὤρνυτʼ ἀεικὴςκράτων τυπτομένων, δάπεδον δʼ ἅπαν αἵματι θῦεν.ὣς ἡμεῖς, Ἀγάμεμνον, ἀπωλόμεθʼ, ὧν ἔτι καὶ νῦνσώματʼ ἀκηδέα κεῖται ἐνὶ μεγάροις Ὀδυσῆος·οὐ γάρ πω ἴσασι φίλοι κατὰ δώμαθʼ ἑκάστου,οἵ κʼ ἀπονίψαντες μέλανα βρότον ἐξ ὠτειλέωνκατθέμενοι γοάοιεν· ὃ γὰρ γέρας ἐστὶ θανόντων.