βαλλόμενος καὶ ἐνισσόμενος τετληότι θυμῷ·ἀλλʼ ὅτε δή μιν ἔγειρε Διὸς νοός αἰγιόχοιο,σὺν μὲν Τηλεμάχῳ περικαλλέα τεύχεʼ ἀείραςἐς θάλαμον κατέθηκε καὶ ἐκλήϊσεν ὀχῆας,αὐτὰρ ὁ ἣν ἄλοχον πολυκερδείῃσιν ἄνωγετόξον μνηστήρεσσι θέμεν πολιόν τε σίδηρον,ἡμῖν αἰνομόροισιν ἀέθλια καὶ φόνου ἀρχήν.οὐδέ τις ἡμείων δύνατο κρατεροῖο βιοῖονευρὴν ἐντανύσαι, πολλὸν δʼ ἐπιδευέες ἦμεν.ἀλλʼ ὅτε χεῖρας ἵκανεν Ὀδυσσῆος μέγα τόξον,ἔνθʼ ἡμεῖς μὲν πάντες ὁμοκλέομεν ἐπέεσσιτόξον μὴ δόμεναι, μηδʼ εἰ μάλα πολλʼ ἀγορεύοι·Τηλέμαχος δέ μιν οἶος ἐποτρύνων ἐκέλευσεν.αὐτὰρ ὁ δέξατο χειρὶ πολύτλας δῖος Ὀδυσσεύς,