μοῖρʼ ὀλοὴ καθέλῃσι τανηλεγέος θανάτοιο,μή τίς μοι κατὰ δῆμον Ἀχαιϊάδων νεμεσήσῃ,αἴ κεν ἄτερ σπείρου κεῖται πολλὰ κτεατίσσας.ὣς ἔφαθʼ, ἡμῖν δʼ αὖτʼ ἐπεπείθετο θυμὸς ἀγήνωρ.ἔνθα καὶ ἠματίη μὲν ὑφαίνεσκεν μέγαν ἱστόν,νύκτας δʼ ἀλλύεσκεν, ἐπεὶ δαΐδας παραθεῖτο.ὣς τρίετες μὲν ἔληθε δόλῳ καὶ ἔπειθεν Ἀχαιούς·ἀλλʼ ὅτε τέτρατον ἦλθεν ἔτος καὶ ἐπήλυθον ὧραι,μηνῶν φθινόντων, περὶ δʼ ἤματα πόλλʼ ἐτελέσθη,καὶ τότε δή τις ἔειπε γυναικῶν, ἣ σάφα ᾔδη,καὶ τήν γʼ ἀλλύουσαν ἐφεύρομεν ἀγλαὸν ἱστόν.ὣς τὸ μὲν ἐξετέλεσσε καὶ οὐκ ἐθέλουσʼ, ὑπʼ ἀνάγκης.εὖθʼ ἡ φᾶρος ἔδειξεν, ὑφήνασα μέγαν ἱστόν,πλύνασʼ, ἠελίῳ ἐναλίγκιον ἠὲ σελήνῃ,καὶ τότε δή ῥʼ Ὀδυσῆα κακός ποθεν ἤγαγε δαίμωνἀγροῦ ἐπʼ ἐσχατιήν, ὅθι δώματα ναῖε συβώτης.ἔνθʼ ἦλθεν φίλος υἱὸς Ὀδυσσῆος θείοιο,ἐκ Πύλου ἠμαθόεντος ἰὼν σὺν νηῒ μελαίνῃ·