Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. Ἴλιον εἰς ἅμʼ ἕπεσθαι ἐϋσσέλμων ἐπὶ νηῶν;
  2. μηνὶ δʼ ἄρʼ οὔλῳ πάντα περήσαμεν εὐρέα πόντον,
  3. σπουδῇ παρπεπιθόντες Ὀδυσσῆα πτολίπορθον.
  4. τὸν δʼ αὖτε ψυχὴ προσεφώνεεν Ἀμφιμέδοντος·
  5. Ἀτρεΐδη κύδιστε, ἄναξ ἀνδρῶν Ἀγάμεμνον,
  6. μέμνημαι τάδε πάντα, διοτρεφές, ὡς ἀγορεύεις·
  7. σοὶ δʼ ἐγὼ εὖ μάλα πάντα καὶ ἀτρεκέως καταλέξω,
  8. ἡμετέρου θανάτοιο κακὸν τέλος, οἷον ἐτύχθη.
  9. μνώμεθʼ Ὀδυσσῆος δὴν οἰχομένοιο δάμαρτα·
  10. ἡ δʼ οὔτʼ ἠρνεῖτο στυγερὸν γάμον οὔτʼ ἐτελεύτα,
  11. ἡμῖν φραζομένη θάνατον καὶ κῆρα μέλαιναν,
  12. ἀλλὰ δόλον τόνδʼ ἄλλον ἐνὶ φρεσὶ μερμήριξε·
  13. στησαμένη μέγαν ἱστὸν ἐνὶ μεγάροισιν ὕφαινε,
  14. λεπτὸν καὶ περίμετρον· ἄφαρ δʼ ἡμῖν μετέειπε·
  15. κοῦροι ἐμοὶ μνηστῆρες, ἐπεὶ θάνε δῖος Ὀδυσσεύς,
  16. μίμνετʼ ἐπειγόμενοι τὸν ἐμὸν γάμον, εἰς ὅ κε φᾶρος
  17. ἐκτελέσω, μή μοι μεταμώνια νήματʼ ὄληται,
  18. Λαέρτῃ ἥρωϊ ταφήϊον, εἰς ὅτε κέν μιν