Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. οἳ ἕθεν εἵνεκα πολλά, βόας καὶ ἴφια μῆλα,
  2. ἔσφαζον, πολλὸς δὲ πίθων ἠφύσσετο οἶνος·
  3. αὐτὰρ ὁ διογενὴς Ὀδυσεὺς ὅσα κήδεʼ ἔθηκεν
  4. ἀνθρώποις ὅσα τʼ αὐτὸς ὀϊζύσας ἐμόγησε,
  5. πάντʼ ἔλεγʼ· ἡ δʼ ἄρʼ ἐτέρπετʼ ἀκούουσʼ, οὐδέ οἱ ὕπνος
  6. πῖπτεν ἐπὶ βλεφάροισι πάρος καταλέξαι ἅπαντα.
  7. ἤρξατο δʼ ὡς πρῶτον Κίκονας δάμασʼ, αὐτὰρ ἔπειτα
  8. ἦλθʼ ἐς Λωτοφάγων ἀνδρῶν πίειραν ἄρουραν·
  9. ἠδʼ ὅσα Κύκλωψ ἔρξε, καὶ ὡς ἀπετίσατο ποινὴν
  10. ἰφθίμων ἑτάρων, οὓς ἤσθιεν οὐδʼ ἐλέαιρεν·
  11. ἠδʼ ὡς Αἴολον ἵκεθʼ, ὅ μιν πρόφρων ὑπέδεκτο
  12. καὶ πέμπʼ, οὐδέ πω αἶσα φίλην ἐς πατρίδʼ ἱκέσθαι
  13. ἤην, ἀλλά μιν αὖτις ἀναρπάξασα θύελλα
  14. πόντον ἐπʼ ἰχθυόεντα φέρεν βαρέα στενάχοντα·
  15. ἠδʼ ὡς Τηλέπυλον Λαιστρυγονίην ἀφίκανεν,
  16. οἳ νῆάς τʼ ὄλεσαν καὶ ἐϋκνήμιδας ἑταίρους
  17. πάντας· Ὀδυσσεὺς δʼ οἶος ὑπέκφυγε νηῒ μελαίνῃ·
  18. καὶ Κίρκης κατέλεξε δόλον πολυμηχανίην τε,
  19. ἠδʼ ὡς εἰς Ἀΐδεω δόμον ἤλυθεν εὐρώεντα,
  20. ψυχῇ χρησόμενος Θηβαίου Τειρεσίαο,
  21. νηῒ πολυκλήϊδι, καὶ εἴσιδε πάντας ἑταίρους
  22. μητέρα θʼ, ἥ μιν ἔτικτε καὶ ἔτρεφε τυτθὸν ἐόντα·
  23. ἠδʼ ὡς Σειρήνων ἁδινάων φθόγγον ἄκουσεν,
  24. ὥς θʼ ἵκετο Πλαγκτὰς πέτρας δεινήν τε Χάρυβδιν
  25. Σκύλλην θʼ, ἣν οὔ πώ ποτʼ ἀκήριοι ἄνδρες ἄλυξαν·
  26. ἠδʼ ὡς Ἠελίοιο βόας κατέπεφνον ἑταῖροι·
  27. ἠδʼ ὡς νῆα θοὴν ἔβαλε ψολόεντι κεραυνῷ
  28. Ζεὺς ὑψιβρεμέτης, ἀπὸ δʼ ἔφθιθεν ἐσθλοὶ ἑταῖροι
  29. πάντες ὁμῶς, αὐτὸς δὲ κακὰς ὑπὸ κῆρας ἄλυξεν·
  30. ὥς θʼ ἵκετʼ Ὠγυγίην νῆσον νύμφην τε Καλυψώ,
  31. ἣ δή μιν κατέρυκε, λιλαιομένη πόσιν εἶναι,
  32. ἐν σπέσσι γλαφυροῖσι, καὶ ἔτρεφεν ἠδὲ ἔφασκε
  33. θήσειν ἀθάνατον καὶ ἀγήραον ἤματα πάντα·
  34. ἀλλὰ τοῦ οὔ ποτε θυμὸν ἐνὶ στήθεσσιν ἔπειθεν·
  35. ἠδʼ ὡς ἐς Φαίηκας ἀφίκετο πολλὰ μογήσας,
  36. οἳ δή μιν περὶ κῆρι θεὸν ὣς τιμήσαντο
  37. καὶ πέμψαν σὺν νηῒ φίλην ἐς πατρίδα γαῖαν,
  38. χαλκόν τε χρυσόν τε ἅλις ἐσθῆτά τε δόντες.
  39. τοῦτʼ ἄρα δεύτατον εἶπεν ἔπος, ὅτε οἱ γλυκὺς ὕπνος
  40. λυσιμελὴς ἐπόρουσε, λύων μελεδήματα θυμοῦ.
  41. ἡ δʼ αὖτʼ ἄλλʼ ἐνόησε θεὰ γλαυκῶπις Ἀθήνη·
  42. ὁππότε δή ῥʼ Ὀδυσῆα ἐέλπετο ὃν κατὰ θυμὸν
  43. εὐνῆς ἧς ἀλόχου ταρπήμεναι ἠδὲ καὶ ὕπνου,
  44. αὐτίκʼ ἀπʼ Ὠκεανοῦ χρυσόθρονον ἠριγένειαν
  45. ὦρσεν, ἵνʼ ἀνθρώποισι φόως φέροι· ὦρτο δʼ Ὀδυσσεὺς
  46. εὐνῆς ἐκ μαλακῆς, ἀλόχῳ δʼ ἐπὶ μῦθον ἔτελλεν·
  47. ὦ γύναι, ἤδη μὲν πολέων κεκορήμεθʼ ἀέθλων
  48. ἀμφοτέρω, σὺ μὲν ἐνθάδʼ ἐμὸν πολυκηδέα νόστον
  49. κλαίουσʼ. αὐτὰρ ἐμὲ Ζεὺς ἄλγεσι καὶ θεοὶ ἄλλοι
  50. ἱέμενον πεδάασκον ἐμῆς ἀπὸ πατρίδος αἴης·
  51. νῦν δʼ ἐπεὶ ἀμφοτέρω πολυήρατον ἱκόμεθʼ εὐνήν,
  52. κτήματα μὲν τά μοι ἔστι, κομιζέμεν ἐν μεγάροισι,
  53. μῆλα δʼ ἅ μοι μνηστῆρες ὑπερφίαλοι κατέκειραν,
  54. πολλὰ μὲν αὐτὸς ἐγὼ ληΐσσομαι, ἄλλα δʼ Ἀχαιοὶ
  55. δώσουσʼ, εἰς ὅ κε πάντας ἐνιπλήσωσιν ἐπαύλους.
  56. ἀλλʼ ἦ τοι μὲν ἐγὼ πολυδένδρεον ἀγρὸν ἔπειμι,
  57. ὀψόμενος πατέρʼ ἐσθλόν, ὅ μοι πυκινῶς ἀκάχηται·
  58. σοὶ δέ, γύναι, τάδʼ ἐπιτέλλω, πινυτῇ περ ἐούσῃ·
  59. αὐτίκα γὰρ φάτις εἶσιν ἅμʼ ἠελίῳ ἀνιόντι
  60. ἀνδρῶν μνηστήρων, οὓς ἔκτανον ἐν μεγάροισιν·
  61. εἰς ὑπερῷʼ ἀναβᾶσα σὺν ἀμφιπόλοισι γυναιξὶν
  62. ἧσθαι, μηδέ τινα προτιόσσεο μηδʼ ἐρέεινε.
  63. ἦ ῥα καὶ ἀμφʼ ὤμοισιν ἐδύσετο τεύχεα καλά,
  64. ὦρσε δὲ Τηλέμαχον καὶ βουκόλον ἠδὲ συβώτην,
  65. πάντας δʼ ἔντεʼ ἄνωγεν ἀρήϊα χερσὶν ἑλέσθαι.
  66. οἱ δέ οἱ οὐκ ἀπίθησαν, ἐθωρήσσοντο δὲ χαλκῷ,
  67. ὤϊξαν δὲ θύρας, ἐκ δʼ ἤϊον· ἦρχε δʼ Ὀδυσσεύς.
  68. ἤδη μὲν φάος ἦεν ἐπὶ χθόνα, τοὺς δʼ ἄρʼ Ἀθήνη
  69. νυκτὶ κατακρύψασα θοῶς ἐξῆγε πόληος.
  1. Ἑρμῆς δὲ ψυχὰς Κυλλήνιος ἐξεκαλεῖτο
  2. ἀνδρῶν μνηστήρων· ἔχε δὲ ῥάβδον μετὰ χερσὶν
  3. καλὴν χρυσείην, τῇ τʼ ἀνδρῶν ὄμματα θέλγει
  4. ὧν ἐθέλει, τοὺς δʼ αὖτε καὶ ὑπνώοντας ἐγείρει·
  5. τῇ ῥʼ ἄγε κινήσας, ταὶ δὲ τρίζουσαι ἕποντο.
  6. ὡς δʼ ὅτε νυκτερίδες μυχῷ ἄντρου θεσπεσίοιο
  7. τρίζουσαι ποτέονται, ἐπεί κέ τις ἀποπέσῃσιν
  8. ὁρμαθοῦ ἐκ πέτρης, ἀνά τʼ ἀλλήλῃσιν ἔχονται,
  9. ὣς αἱ τετριγυῖαι ἅμʼ ἤϊσαν· ἦρχε δʼ ἄρα σφιν
  10. Ἑρμείας ἀκάκητα κατʼ εὐρώεντα κέλευθα.
  11. πὰρ δʼ ἴσαν Ὠκεανοῦ τε ῥοὰς καὶ Λευκάδα πέτρην,
  12. ἠδὲ παρʼ Ἠελίοιο πύλας καὶ δῆμον ὀνείρων
  13. ἤϊσαν· αἶψα δʼ ἵκοντο κατʼ ἀσφοδελὸν λειμῶνα,
  14. ἔνθα τε ναίουσι ψυχαί, εἴδωλα καμόντων.
  15. εὗρον δὲ ψυχὴν Πηληϊάδεω Ἀχιλῆος
  16. καὶ Πατροκλῆος καὶ ἀμύμονος Ἀντιλόχοιο
  17. Αἴαντός θʼ, ὃς ἄριστος ἔην εἶδός τε δέμας τε
  18. τῶν ἄλλων Δαναῶν μετʼ ἀμύμονα Πηλεΐδαο
  19. ὣς οἱ μὲν περὶ κεῖνον ὁμίλεον· ἀγχίμολον δὲ
  20. ἤλυθʼ ἔπι ψυχὴ Ἀγαμέμνονος Ἀτρεΐδαο
  21. ἀχνυμένη· περὶ δʼ ἄλλαι ἀγηγέραθʼ, ὅσσαι ἅμʼ αὐτῷ
  22. οἴκῳ ἐν Αἰγίσθοιο θάνον καὶ πότμον ἐπέσπον.
  23. τὸν προτέρη ψυχὴ προσεφώνεε Πηλεΐωνος·
  24. Ἀτρεΐδη, περὶ μέν σʼ ἔφαμεν Διὶ τερπικεραύνῳ
  25. ἀνδρῶν ἡρώων φίλον ἔμμεναι ἤματα πάντα,
  26. οὕνεκα πολλοῖσίν τε καὶ ἰφθίμοισιν ἄνασσες
  27. δήμῳ ἔνι Τρώων, ὅθι πάσχομεν ἄλγεʼ Ἀχαιοί.
  28. ἦ τʼ ἄρα καὶ σοὶ πρῶϊ παραστήσεσθαι ἔμελλεν
  29. μοῖρʼ ὀλοή, τὴν οὔ τις ἀλεύεται ὅς κε γένηται.
  30. ὡς ὄφελες τιμῆς ἀπονήμενος, ἧς περ ἄνασσες,
  31. δήμῳ ἔνι Τρώων θάνατον καὶ πότμον ἐπισπεῖν·
  32. τῷ κέν τοι τύμβον μὲν ἐποίησαν Παναχαιοί,
  33. ἠδέ κε καὶ σῷ παιδὶ μέγα κλέος ἤραʼ ὀπίσσω·
  34. νῦν δʼ ἄρα σʼ οἰκτίστῳ θανάτῳ εἵμαρτο ἁλῶναι.
  35. τὸν δʼ αὖτε ψυχὴ προσεφώνεεν Ἀτρείδαο·
  36. ὄλβιε Πηλέος υἱέ, θεοῖς ἐπιείκελʼ Ἀχιλλεῦ,
  37. ὃς θάνες ἐν Τροίῃ ἑκὰς Ἄργεος· ἀμφὶ δέ σʼ ἄλλοι
  38. κτείνοντο Τρώων καὶ Ἀχαιῶν υἷες ἄριστοι,
  39. μαρνάμενοι περὶ σεῖο· σὺ δʼ ἐν στροφάλιγγι κονίης
  40. κεῖσο μέγας μεγαλωστί, λελασμένος ἱπποσυνάων.
  41. ἡμεῖς δὲ πρόπαν ἦμαρ ἐμαρνάμεθʼ· οὐδέ κε πάμπαν
  42. παυσάμεθα πτολέμου, εἰ μὴ Ζεὺς λαίλαπι παῦσεν.
  43. αὐτὰρ ἐπεί σʼ ἐπὶ νῆας ἐνείκαμεν ἐκ πολέμοιο,
  44. κάτθεμεν ἐν λεχέεσσι, καθήραντες χρόα καλὸν
  45. ὕδατί τε λιαρῷ καὶ ἀλείφατι· πολλὰ δέ σʼ ἀμφὶ
  46. δάκρυα θερμὰ χέον Δαναοὶ κείροντό τε χαίτας.
  47. μήτηρ δʼ ἐξ ἁλὸς ἦλθε σὺν ἀθανάτῃς ἁλίῃσιν
  48. ἀγγελίης ἀΐουσα· βοὴ δʼ ἐπὶ πόντον ὀρώρει
  49. θεσπεσίη, ὑπὸ δὲ τρόμος ἔλλαβε πάντας Ἀχαιούς·
  50. καί νύ κʼ ἀναΐξαντες ἔβαν κοίλας ἐπὶ νῆας,
  51. εἰ μὴ ἀνὴρ κατέρυκε παλαιά τε πολλά τε εἰδώς,
  52. Νέστωρ, οὗ καὶ πρόσθεν ἀρίστη φαίνετο βουλή·
  53. ὅ σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπεν·
  54. ἴσχεσθʼ, Ἀργεῖοι, μὴ φεύγετε, κοῦροι Ἀχαιῶν·
  55. μήτηρ ἐξ ἁλὸς ἥδε σὺν ἀθανάτῃς ἁλίῃσιν
  56. ἔρχεται, οὗ παιδὸς τεθνηότος ἀντιόωσα.
  57. ὣς ἔφαθʼ, οἱ δʼ ἔσχοντο φόβου μεγάθυμοι Ἀχαιοί·
  58. ἀμφὶ δέ σʼ ἔστησαν κοῦραι ἁλίοιο γέροντος
  59. οἴκτρʼ ὀλοφυρόμεναι, περὶ δʼ ἄμβροτα εἵματα ἕσσαν.
  60. Μοῦσαι δʼ ἐννέα πᾶσαι ἀμειβόμεναι ὀπὶ καλῇ
  61. θρήνεον· ἔνθα κεν οὔ τινʼ ἀδάκρυτόν γʼ ἐνόησας
  62. Ἀργείων· τοῖον γὰρ ὑπώρορε Μοῦσα λίγεια.
  63. ἑπτὰ δὲ καὶ δέκα μέν σε ὁμῶς νύκτας τε καὶ ἦμαρ
  64. κλαίομεν ἀθάνατοί τε θεοὶ θνητοί τʼ ἄνθρωποι·
  65. ὀκτωκαιδεκάτῃ δʼ ἔδομεν πυρί, πολλὰ δέ σʼ ἀμφὶ
  66. μῆλα κατεκτάνομεν μάλα πίονα καὶ ἕλικας βοῦς.
  67. καίεο δʼ ἔν τʼ ἐσθῆτι θεῶν καὶ ἀλείφατι πολλῷ
  68. καὶ μέλιτι γλυκερῷ· πολλοὶ δʼ ἥρωες Ἀχαιοὶ
  69. τεύχεσιν ἐρρώσαντο πυρὴν πέρι καιομένοιο,
  70. πεζοί θʼ ἱππῆές τε· πολὺς δʼ ὀρυμαγδὸς ὀρώρει
  71. αὐτὰρ ἐπεὶ δή σε φλὸξ ἤνυσεν Ἡφαίστοιο,
  72. ἠῶθεν δή τοι λέγομεν λεύκʼ ὀστέʼ, Ἀχιλλεῦ,
  73. οἴνῳ ἐν ἀκρήτῳ καὶ ἀλείφατι· δῶκε δὲ μήτηρ
  74. χρύσεον ἀμφιφορῆα· Διωνύσοιο δὲ δῶρον
  75. φάσκʼ ἔμεναι, ἔργον δὲ περικλυτοῦ Ἡφαίστοιο.
  76. ἐν τῷ τοι κεῖται λεύκʼ ὀστέα, φαίδιμʼ Ἀχιλλεῦ,
  77. μίγδα δὲ Πατρόκλοιο Μενοιτιάδαο θανόντος,
  78. χωρὶς δʼ Ἀντιλόχοιο, τὸν ἔξοχα τῖες ἁπάντων
  79. τῶν ἄλλων ἑτάρων, μετὰ Πάτροκλόν γε θανόντα.
  80. ἀμφʼ αὐτοῖσι δʼ ἔπειτα μέγαν καὶ ἀμύμονα τύμβον
  81. χεύαμεν Ἀργείων ἱερὸς στρατὸς αἰχμητάων
  82. ἀκτῇ ἔπι προὐχούσῃ, ἐπὶ πλατεῖ Ἑλλησπόντῳ,
  83. ὥς κεν τηλεφανὴς ἐκ ποντόφιν ἀνδράσιν εἴη
  84. τοῖς οἳ νῦν γεγάασι καὶ οἳ μετόπισθεν ἔσονται.
  85. μήτηρ δʼ αἰτήσασα θεοὺς περικαλλέʼ ἄεθλα
  86. θῆκε μέσῳ ἐν ἀγῶνι ἀριστήεσσιν Ἀχαιῶν.
  87. ἤδη μὲν πολέων τάφῳ ἀνδρῶν ἀντεβόλησας
  88. ἡρώων, ὅτε κέν ποτʼ ἀποφθιμένου βασιλῆος
  89. ζώννυνταί τε νέοι καὶ ἐπεντύνονται ἄεθλα·
  90. ἀλλά κε κεῖνα μάλιστα ἰδὼν θηήσαο θυμῷ,
  91. οἷʼ ἐπὶ σοὶ κατέθηκε θεὰ περικαλλέʼ ἄεθλα,
  92. ἀργυρόπεζα Θέτις· μάλα γὰρ φίλος ἦσθα θεοῖσιν.
  93. ὣς σὺ μὲν οὐδὲ θανὼν ὄνομʼ ὤλεσας, ἀλλά τοι αἰεὶ
  94. πάντας ἐπʼ ἀνθρώπους κλέος ἔσσεται ἐσθλόν, Ἀχιλλεῦ,
  95. αὐτὰρ ἐμοὶ τί τόδʼ ἦδος, ἐπεὶ πόλεμον τολύπευσα;
  96. ἐν νόστῳ γάρ μοι Ζεὺς μήσατο λυγρὸν ὄλεθρον
  97. Αἰγίσθου ὑπὸ χερσὶ καὶ οὐλομένης ἀλόχοιο.
  98. ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,
  99. ἀγχίμολον δέ σφʼ ἦλθε διάκτορος ἀργεϊφόντης,
  100. ψυχὰς μνηστήρων κατάγων Ὀδυσῆϊ δαμέντων,
  101. τὼ δʼ ἄρα θαμβήσαντʼ ἰθὺς κίον, ὡς ἐσιδέσθην.
  102. ἔγνω δὲ ψυχὴ Ἀγαμέμνονος Ἀτρεΐδαο
  103. παῖδα φίλον Μελανῆος, ἀγακλυτὸν Ἀμφιμέδοντα·
  104. ξεῖνος γάρ οἱ ἔην Ἰθάκῃ ἔνι οἰκία ναίων.
  105. τὸν προτέρη ψυχὴ προσεφώνεεν Ἀτρεΐδαο·
  106. Ἀμφίμεδον, τί παθόντες ἐρεμνὴν γαῖαν ἔδυτε
  107. πάντες κεκριμένοι καὶ ὁμήλικες; οὐδέ κεν ἄλλως
  108. κρινάμενος λέξαιτο κατὰ πτόλιν ἄνδρας ἀρίστους.
  109. ἦ ὔμμʼ ἐν νήεσσι Ποσειδάων ἐδάμασσεν,
  110. ὄρσας ἀργαλέους ἀνέμους καὶ κύματα μακρά;
  111. ἦ που ἀνάρσιοι ἄνδρες ἐδηλήσαντʼ ἐπὶ χέρσου
  112. βοῦς περιταμνομένους ἠδʼ οἰῶν πώεα καλά,
  113. ἠὲ περὶ πτόλιος μαχεούμενοι ἠδὲ γυναικῶν;
  114. εἰπέ μοι εἰρομένῳ· ξεῖνος δέ τοι εὔχομαι εἶναι.
  115. ἦ οὐ μέμνῃ ὅτε κεῖσε κατήλυθον ὑμέτερον δῶ,
  116. ὀτρυνέων Ὀδυσῆα σὺν ἀντιθέῳ Μενελάῳ
  117. Ἴλιον εἰς ἅμʼ ἕπεσθαι ἐϋσσέλμων ἐπὶ νηῶν;
  118. μηνὶ δʼ ἄρʼ οὔλῳ πάντα περήσαμεν εὐρέα πόντον,
  119. σπουδῇ παρπεπιθόντες Ὀδυσσῆα πτολίπορθον.
  120. τὸν δʼ αὖτε ψυχὴ προσεφώνεεν Ἀμφιμέδοντος·
  121. Ἀτρεΐδη κύδιστε, ἄναξ ἀνδρῶν Ἀγάμεμνον,
  122. μέμνημαι τάδε πάντα, διοτρεφές, ὡς ἀγορεύεις·
  123. σοὶ δʼ ἐγὼ εὖ μάλα πάντα καὶ ἀτρεκέως καταλέξω,
  124. ἡμετέρου θανάτοιο κακὸν τέλος, οἷον ἐτύχθη.
  125. μνώμεθʼ Ὀδυσσῆος δὴν οἰχομένοιο δάμαρτα·
  126. ἡ δʼ οὔτʼ ἠρνεῖτο στυγερὸν γάμον οὔτʼ ἐτελεύτα,
  127. ἡμῖν φραζομένη θάνατον καὶ κῆρα μέλαιναν,
  128. ἀλλὰ δόλον τόνδʼ ἄλλον ἐνὶ φρεσὶ μερμήριξε·
  129. στησαμένη μέγαν ἱστὸν ἐνὶ μεγάροισιν ὕφαινε,
  130. λεπτὸν καὶ περίμετρον· ἄφαρ δʼ ἡμῖν μετέειπε·
  131. κοῦροι ἐμοὶ μνηστῆρες, ἐπεὶ θάνε δῖος Ὀδυσσεύς,
  132. μίμνετʼ ἐπειγόμενοι τὸν ἐμὸν γάμον, εἰς ὅ κε φᾶρος
  133. ἐκτελέσω, μή μοι μεταμώνια νήματʼ ὄληται,
  134. Λαέρτῃ ἥρωϊ ταφήϊον, εἰς ὅτε κέν μιν
  135. μοῖρʼ ὀλοὴ καθέλῃσι τανηλεγέος θανάτοιο,
  136. μή τίς μοι κατὰ δῆμον Ἀχαιϊάδων νεμεσήσῃ,
  137. αἴ κεν ἄτερ σπείρου κεῖται πολλὰ κτεατίσσας.
  138. ὣς ἔφαθʼ, ἡμῖν δʼ αὖτʼ ἐπεπείθετο θυμὸς ἀγήνωρ.
  139. ἔνθα καὶ ἠματίη μὲν ὑφαίνεσκεν μέγαν ἱστόν,
  140. νύκτας δʼ ἀλλύεσκεν, ἐπεὶ δαΐδας παραθεῖτο.
  141. ὣς τρίετες μὲν ἔληθε δόλῳ καὶ ἔπειθεν Ἀχαιούς·
  142. ἀλλʼ ὅτε τέτρατον ἦλθεν ἔτος καὶ ἐπήλυθον ὧραι,
  143. μηνῶν φθινόντων, περὶ δʼ ἤματα πόλλʼ ἐτελέσθη,
  144. καὶ τότε δή τις ἔειπε γυναικῶν, ἣ σάφα ᾔδη,
  145. καὶ τήν γʼ ἀλλύουσαν ἐφεύρομεν ἀγλαὸν ἱστόν.
  146. ὣς τὸ μὲν ἐξετέλεσσε καὶ οὐκ ἐθέλουσʼ, ὑπʼ ἀνάγκης.
  147. εὖθʼ ἡ φᾶρος ἔδειξεν, ὑφήνασα μέγαν ἱστόν,
  148. πλύνασʼ, ἠελίῳ ἐναλίγκιον ἠὲ σελήνῃ,
  149. καὶ τότε δή ῥʼ Ὀδυσῆα κακός ποθεν ἤγαγε δαίμων
  150. ἀγροῦ ἐπʼ ἐσχατιήν, ὅθι δώματα ναῖε συβώτης.
  151. ἔνθʼ ἦλθεν φίλος υἱὸς Ὀδυσσῆος θείοιο,
  152. ἐκ Πύλου ἠμαθόεντος ἰὼν σὺν νηῒ μελαίνῃ·
  153. τὼ δὲ μνηστῆρσιν θάνατον κακὸν ἀρτύναντε
  154. ἵκοντο προτὶ ἄστυ περικλυτόν, ἦ τοι Ὀδυσσεὺς
  155. ὕστερος, αὐτὰρ Τηλέμαχος πρόσθʼ ἡγεμόνευε.
  156. τὸν δὲ συβώτης ἦγε κακὰ χροῒ εἵματʼ ἔχοντα,
  157. πτωχῷ λευγαλέῳ ἐναλίγκιον ἠδὲ γέροντι
  158. σκηπτόμενον· τὰ δὲ λυγρὰ περὶ χροῒ εἵματα ἕστο·
  159. οὐδέ τις ἡμείων δύνατο γνῶναι τὸν ἐόντα
  160. ἐξαπίνης προφανέντʼ, οὐδʼ οἳ προγενέστεροι ἦσαν,
  161. ἀλλʼ ἔπεσίν τε κακοῖσιν ἐνίσσομεν ἠδὲ βολῇσιν.
  162. αὐτὰρ ὁ τῆος ἐτόλμα ἐνὶ μεγάροισιν ἑοῖσι
  163. βαλλόμενος καὶ ἐνισσόμενος τετληότι θυμῷ·
  164. ἀλλʼ ὅτε δή μιν ἔγειρε Διὸς νοός αἰγιόχοιο,
  165. σὺν μὲν Τηλεμάχῳ περικαλλέα τεύχεʼ ἀείρας
  166. ἐς θάλαμον κατέθηκε καὶ ἐκλήϊσεν ὀχῆας,
  167. αὐτὰρ ὁ ἣν ἄλοχον πολυκερδείῃσιν ἄνωγε
  168. τόξον μνηστήρεσσι θέμεν πολιόν τε σίδηρον,
  169. ἡμῖν αἰνομόροισιν ἀέθλια καὶ φόνου ἀρχήν.
  170. οὐδέ τις ἡμείων δύνατο κρατεροῖο βιοῖο
  171. νευρὴν ἐντανύσαι, πολλὸν δʼ ἐπιδευέες ἦμεν.
  172. ἀλλʼ ὅτε χεῖρας ἵκανεν Ὀδυσσῆος μέγα τόξον,
  173. ἔνθʼ ἡμεῖς μὲν πάντες ὁμοκλέομεν ἐπέεσσι
  174. τόξον μὴ δόμεναι, μηδʼ εἰ μάλα πολλʼ ἀγορεύοι·
  175. Τηλέμαχος δέ μιν οἶος ἐποτρύνων ἐκέλευσεν.
  176. αὐτὰρ ὁ δέξατο χειρὶ πολύτλας δῖος Ὀδυσσεύς,
  177. ῥηϊδίως δʼ ἐτάνυσσε βιόν, διὰ δʼ ἧκε σιδήρου,
  178. στῆ δʼ ἄρʼ ἐπʼ οὐδὸν ἰών, ταχέας δʼ ἐκχεύατʼ ὀϊστοὺς
  179. δεινὸν παπταίνων, βάλε δʼ Ἀντίνοον βασιλῆα.
  180. αὐτὰρ ἔπειτʼ ἄλλοις ἐφίει βέλεα στονόεντα,
  181. ἄντα τιτυσκόμενος· τοὶ δʼ ἀγχιστῖνοι ἔπιπτον.
  182. γνωτὸν δʼ ἦν ὅ ῥά τίς σφι θεῶν ἐπιτάρροθος ἦεν·
  183. αὐτίκα γὰρ κατὰ δώματʼ ἐπισπόμενοι μένεϊ σφῷ
  184. κτεῖνον ἐπιστροφάδην, τῶν δὲ στόνος ὤρνυτʼ ἀεικὴς
  185. κράτων τυπτομένων, δάπεδον δʼ ἅπαν αἵματι θῦεν.
  186. ὣς ἡμεῖς, Ἀγάμεμνον, ἀπωλόμεθʼ, ὧν ἔτι καὶ νῦν
  187. σώματʼ ἀκηδέα κεῖται ἐνὶ μεγάροις Ὀδυσῆος·
  188. οὐ γάρ πω ἴσασι φίλοι κατὰ δώμαθʼ ἑκάστου,
  189. οἵ κʼ ἀπονίψαντες μέλανα βρότον ἐξ ὠτειλέων
  190. κατθέμενοι γοάοιεν· ὃ γὰρ γέρας ἐστὶ θανόντων.
  191. τὸν δʼ αὖτε ψυχὴ προσεφώνεεν Ἀτρεΐδαο·
  192. ὄλβιε Λαέρταο πάϊ, πολυμήχανʼ Ὀδυσσεῦ,
  193. ἦ ἄρα σὺν μεγάλῃ ἀρετῇ ἐκτήσω ἄκοιτιν.
  194. ὡς ἀγαθαὶ φρένες ἦσαν ἀμύμονι Πηνελοπείῃ,
  195. κούρῃ Ἰκαρίου· ὡς εὖ μέμνητʼ Ὀδυσῆος,
  196. ἀνδρὸς κουριδίου· τῷ οἱ κλέος οὔ ποτʼ ὀλεῖται
  197. ἧς ἀρετῆς, τεύξουσι δʼ ἐπιχθονίοισιν ἀοιδὴν
  198. ἀθάνατοι χαρίεσσαν ἐχέφρονι Πηνελοπείῃ,
  199. οὐχ ὡς Τυνδαρέου κούρη κακὰ μήσατο ἔργα,
  200. κουρίδιον κτείνασα πόσιν, στυγερὴ δέ τʼ ἀοιδὴ
  201. ἔσσετʼ ἐπʼ ἀνθρώπους, χαλεπὴν δέ τε φῆμιν ὀπάσσει
  202. θηλυτέρῃσι γυναιξί, καὶ ἥ κʼ εὐεργὸς ἔῃσιν.
  203. ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,
  204. ἑσταότʼ εἰν Ἀΐδαο δόμοις, ὑπὸ κεύθεσι γαίης·
  205. οἱ δʼ ἐπεὶ ἐκ πόλιος κατέβαν, τάχα δʼ ἀγρὸν ἵκοντο
  206. καλὸν Λαέρταο τετυγμένον, ὅν ῥά ποτʼ αὐτὸς
  207. Λαέρτης κτεάτισσεν, ἐπεὶ μάλα πόλλʼ ἐμόγησεν.
  208. ἔνθα οἱ οἶκος ἔην, περὶ δὲ κλίσιον θέε πάντη,
  209. ἐν τῷ σιτέσκοντο καὶ ἵζανον ἠδὲ ἴαυον
  210. δμῶες ἀναγκαῖοι, τοί οἱ φίλα ἐργάζοντο.
  211. ἐν δὲ γυνὴ Σικελὴ γρηῢς πέλεν, ἥ ῥα γέροντα
  212. ἐνδυκέως κομέεσκεν ἐπʼ ἀγροῦ, νόσφι πόληος.
  213. ἔνθʼ Ὀδυσεὺς δμώεσσι καὶ υἱέϊ μῦθον ἔειπεν·
  214. ὑμεῖς μὲν νῦν ἔλθετʼ ἐϋκτίμενον δόμον εἴσω,
  215. δεῖπνον δʼ αἶψα συῶν ἱερεύσατε ὅς τις ἄριστος·
  216. αὐτὰρ ἐγὼ πατρὸς πειρήσομαι ἡμετέροιο,
  217. αἴ κέ μʼ ἐπιγνώῃ καὶ φράσσεται ὀφθαλμοῖσιν,