Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἡδέος, ὅς μʼ ἐπέδησε φίλα βλέφαρʼ ἀμφικαλύψας;
  2. οὐ γάρ πω τοιόνδε κατέδραθον, ἐξ οὗ Ὀδυσσεὺς
  3. ᾤχετʼ ἐποψόμενος Κακοΐλιον οὐκ ὀνομαστήν.
  4. ἀλλʼ ἄγε νῦν κατάβηθι καὶ ἂψ ἔρχευ μέγαρόνδε.
  5. εἰ γάρ τίς μʼ ἄλλη γε γυναικῶν, αἵ μοι ἔασι,
  6. ταῦτʼ ἐλθοῦσʼ ἤγγειλε καὶ ἐξ ὕπνου ἀνέγειρεν,
  7. τῷ κε τάχα στυγερῶς μιν ἐγὼν ἀπέπεμψα νέεσθαι
  8. αὖτις ἔσω μέγαρον· σὲ δὲ τοῦτό γε γῆρας ὀνήσει.
  9. τὴν δʼ αὖτε προσέειπε φίλη τροφὸς Εὐρύκλεια·
  10. οὔ τί σε λωβεύω, τέκνον φίλον, ἀλλʼ ἔτυμόν τοι
  11. ἦλθʼ Ὀδυσεὺς καὶ οἶκον ἱκάνεται, ὡς ἀγορεύω,
  12. ὁ ξεῖνος, τὸν πάντες ἀτίμων ἐν μεγάροισι.
  13. Τηλέμαχος δʼ ἄρα μιν πάλαι ᾔδεεν ἔνδον ἐόντα,
  14. ἀλλὰ σαοφροσύνῃσι νοήματα πατρὸς ἔκευθεν,
  15. ὄφρʼ ἀνδρῶν τίσαιτο βίην ὑπερηνορεόντων.
  16. ὣς ἔφαθʼ, ἡ δʼ ἐχάρη καὶ ἀπὸ λέκτροιο θοροῦσα
  17. γρηῒ περιπλέχθη, βλεφάρων δʼ ἀπὸ δάκρυον ἧκεν·
  18. καί μιν φωνήσασʼ ἔπεα πτερόεντα προσηύδα·
  19. εἰ δʼ ἄγε δή μοι, μαῖα φίλη, νημερτὲς ἐνίσπες,
  20. εἰ ἐτεὸν δὴ οἶκον ἱκάνεται, ὡς ἀγορεύεις,
  21. ὅππως δὴ μνηστῆρσιν ἀναιδέσι χεῖρας ἐφῆκε
  22. μοῦνος ἐών, οἱ δʼ αἰὲν ἀολλέες ἔνδον ἔμιμνον.
  23. τὴν δʼ αὖτε προσέειπε φίλη τροφὸς Εὐρύκλεια·
  24. οὐκ ἴδον, οὐ πυθόμην, ἀλλὰ στόνον οἶον ἄκουσα
  25. κτεινομένων· ἡμεῖς δὲ μυχῷ θαλάμων εὐπήκτων
  26. ἥμεθʼ ἀτυζόμεναι, σανίδες δʼ ἔχον εὖ ἀραρυῖαι,
  27. πρίν γʼ ὅτε δή με σὸς υἱὸς ἀπὸ μεγάροιο κάλεσσε
  28. Τηλέμαχος· τὸν γάρ ῥα πατὴρ προέηκε καλέσσαι.
  29. εὗρον ἔπειτʼ Ὀδυσῆα μετὰ κταμένοισι νέκυσσιν
  30. ἑσταόθʼ· οἱ δέ μιν ἀμφί, κραταίπεδον οὖδας ἔχοντες,
  31. κείατʼ ἐπʼ ἀλλήλοισιν· ἰδοῦσά κε θυμὸν ἰάνθης.
  32. νῦν δʼ οἱ μὲν δὴ πάντες ἐπʼ αὐλείῃσι θύρῃσιν
  33. ἀθρόοι, αὐτὰρ ὁ δῶμα θεειοῦται περικαλλές,
  34. πῦρ μέγα κηάμενος· σὲ δέ με προέηκε καλέσσαι.
  35. ἀλλʼ ἕπευ, ὄφρα σφῶϊν ἐϋφροσύνης ἐπιβῆτον
  36. ἀμφοτέρω φίλον ἦτορ, ἐπεὶ κακὰ πολλὰ πέποσθε.
  37. νῦν δʼ ἤδη τόδε μακρὸν ἐέλδωρ ἐκτετέλεσται·
  38. ἦλθε μὲν αὐτὸς ζωὸς ἐφέστιος, εὗρε δὲ καὶ σὲ
  39. καὶ παῖδʼ ἐν μεγάροισι· κακῶς δʼ οἵ πέρ μιν ἔρεζον
  40. μνηστῆρες, τοὺς πάντας ἐτίσατο ᾧ ἐνὶ οἴκῳ.
  41. τὴν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·
  42. μαῖα φίλη, μή πω μέγʼ ἐπεύχεο καγχαλόωσα.
  43. οἶσθα γὰρ ὥς κʼ ἀσπαστὸς ἐνὶ μεγάροισι φανείη
  44. πᾶσι, μάλιστα δʼ ἐμοί τε καὶ υἱέϊ, τὸν τεκόμεσθα·
  45. ἀλλʼ οὐκ ἔσθʼ ὅδε μῦθος ἐτήτυμος, ὡς ἀγορεύεις,
  46. ἀλλά τις ἀθανάτων κτεῖνε μνηστῆρας ἀγαυούς,
  47. ὕβριν ἀγασσάμενος θυμαλγέα καὶ κακὰ ἔργα.
  48. οὔ τινα γὰρ τίεσκον ἐπιχθονίων ἀνθρώπων,
  49. οὐ κακὸν οὐδὲ μὲν ἐσθλόν, ὅτις σφέας εἰσαφίκοιτο·
  50. τῷ διʼ ἀτασθαλίας ἔπαθον κακόν· αὐτὰρ Ὀδυσσεὺς
  51. ὤλεσε τηλοῦ νόστον Ἀχαιΐδος, ὤλετο δʼ αὐτός.
  52. τὴν δʼ ἠμείβετʼ ἔπειτα φίλη τροφὸς Εὐρύκλεια·
  53. τέκνον ἐμόν, ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων,
  54. ἣ πόσιν ἔνδον ἐόντα παρʼ ἐσχάρῃ οὔ ποτʼ ἔφησθα
  55. οἴκαδʼ ἐλεύσεσθαι· θυμὸς δέ τοι αἰὲν ἄπιστος.
  56. ἀλλʼ ἄγε τοι καὶ σῆμα ἀριφραδὲς ἄλλο τι εἴπω,
  57. οὐλήν, τήν ποτέ μιν σῦς ἤλασε λευκῷ ὀδόντι.
  58. τὴν ἀπονίζουσα φρασάμην, ἔθελον δὲ σοὶ αὐτῇ
  59. εἰπέμεν· ἀλλά με κεῖνος ἑλὼν ἐπὶ μάστακα χερσὶν
  60. οὐκ ἔα εἰπέμεναι πολυϊδρείῃσι νόοιο.
  61. ἀλλʼ ἕπευ· αὐτὰρ ἐγὼν ἐμέθεν περιδώσομαι αὐτῆς,
  62. αἴ κέν σʼ ἐξαπάφω, κτεῖναί μʼ οἰκτίστῳ ὀλέθρῳ.
  63. τὴν δʼ ἠμείβετʼ ἔπειτα περίφρων Πηνελόπεια·
  64. μαῖα φίλη, χαλεπόν σε θεῶν αἰειγενετάων
  65. δήνεα εἴρυσθαι, μὰλα περ πολύϊδριν ἐοῦσαν.
  66. ἀλλʼ ἔμπης ἴομεν μετὰ παῖδʼ ἐμόν, ὄφρα ἴδωμαι
  67. ἄνδρας μνηστῆρας τεθνηότας, ἠδʼ ὃς ἔπεφνεν.
  68. ὣς φαμένη κατέβαινʼ ὑπερώϊα· πολλὰ δέ οἱ κῆρ
  69. ὥρμαινʼ, ἢ ἀπάνευθε φίλον πόσιν ἐξερεείνοι,
  70. ἦ παρστᾶσα κύσειε κάρη καὶ χεῖρε λαβοῦσα.
  71. ἡ δʼ ἐπεὶ εἰσῆλθεν καὶ ὑπέρβη λάϊνον οὐδόν,
  72. ἕζετʼ ἔπειτʼ Ὀδυσῆος ἐναντίη, ἐν πυρὸς αὐγῇ,
  73. τοίχου τοῦ ἑτέρου· ὁ δʼ ἄρα πρὸς κίονα μακρὴν
  74. ἧστο κάτω ὁρόων, ποτιδέγμενος εἴ τί μιν εἴποι
  75. ἰφθίμη παράκοιτις, ἐπεὶ ἴδεν ὀφθαλμοῖσιν.
  76. ἡ δʼ ἄνεω δὴν ἧστο, τάφος δέ οἱ ἦτορ ἵκανεν·
  77. ὄψει δʼ ἄλλοτε μέν μιν ἐνωπαδίως ἐσίδεσκεν,
  78. ἄλλοτε δʼ ἀγνώσασκε κακὰ χροῒ εἵματʼ ἔχοντα.
  79. Τηλέμαχος δʼ ἐνένιπεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·
  80. μῆτερ ἐμή, δύσμητερ, ἀπηνέα θυμὸν ἔχουσα,
  81. τίφθʼ οὕτω πατρὸς νοσφίζεαι, οὐδὲ παρʼ αὐτὸν
  82. ἑζομένη μύθοισιν ἀνείρεαι οὐδὲ μεταλλᾷς;
  83. οὐ μέν κʼ ἄλλη γʼ ὧδε γυνὴ τετληότι θυμῷ
  84. ἀνδρὸς ἀφεσταίη, ὅς οἱ κακὰ πολλὰ μογήσας
  85. ἔλθοι ἐεικοστῷ ἔτεϊ ἐς πατρίδα γαῖαν·
  86. σοὶ δʼ αἰεὶ κραδίη στερεωτέρη ἐστὶ λίθοιο.
  87. τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·
  88. τέκνον ἐμόν, θυμός μοι ἐνὶ στήθεσσι τέθηπεν,
  89. οὐδέ τι προσφάσθαι δύναμαι ἔπος οὐδʼ ἐρέεσθαι
  90. οὐδʼ εἰς ὦπα ἰδέσθαι ἐναντίον. εἰ δʼ ἐτεὸν δὴ
  91. ἔστʼ Ὀδυσεὺς καὶ οἶκον ἱκάνεται, ἦ μάλα νῶϊ
  92. γνωσόμεθʼ ἀλλήλων καὶ λώϊον· ἔστι γὰρ ἡμῖν
  93. σήμαθʼ, ἃ δὴ καὶ νῶϊ κεκρυμμένα ἴδμεν ἀπʼ ἄλλων.
  94. ὣς φάτο, μείδησεν δὲ πολύτλας δῖος Ὀδυσσεύς,
  95. αἶψα δὲ Τηλέμαχον ἔπεα πτερόεντα προσηύδα·
  96. Τηλέμαχʼ, ἦ τοι μητέρʼ ἐνὶ μεγάροισιν ἔασον
  97. πειράζειν ἐμέθεν· τάχα δὲ φράσεται καὶ ἄρειον.
  98. νῦν δʼ ὅττι ῥυπόω, κακὰ δὲ χροῒ εἵματα εἷμαι,
  99. τοὔνεκʼ ἀτιμάζει με καὶ οὔ πω φησὶ τὸν εἶναι.
  100. ἡμεῖς δὲ φραζώμεθʼ ὅπως ὄχʼ ἄριστα γένηται.
  101. καὶ γάρ τίς θʼ ἕνα φῶτα κατακτείνας ἐνὶ δήμῳ,
  102. ᾧ μὴ πολλοὶ ἔωσιν ἀοσσητῆρες ὀπίσσω,
  103. φεύγει πηούς τε προλιπὼν καὶ πατρίδα γαῖαν·
  104. ἡμεῖς δʼ ἕρμα πόληος ἀπέκταμεν, οἳ μέγʼ ἄριστοι
  105. κούρων εἰν Ἰθάκῃ· τὰ δέ σε φράζεσθαι ἄνωγα.
  106. τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
  107. αὐτὸς ταῦτά γε λεῦσσε, πάτερ φίλε· σὴν γὰρ ἀρίστην
  108. μῆτιν ἐπʼ ἀνθρώπους φάσʼ ἔμμεναι, οὐδέ κέ τίς τοι
  109. ἄλλος ἀνὴρ ἐρίσειε καταθνητῶν ἀνθρώπων.
  110. ἡμεῖς δʼ ἐμμεμαῶτες ἅμʼ ἑψόμεθʼ, οὐδέ τί φημι
  111. ἀλκῆς δευήσεσθαι, ὅση δύναμίς γε πάρεστιν.
  112. τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς
  113. τοιγὰρ ἐγὼν ἐρέω ὥς μοι δοκεῖ εἶναι ἄριστα.
  114. πρῶτα μὲν ἂρ λούσασθε καὶ ἀμφιέσασθε χιτῶνας,
  115. δμῳὰς δʼ ἐν μεγάροισιν ἀνώγετε εἵμαθʼ ἑλέσθαι·
  116. αὐτὰρ θεῖος ἀοιδὸς ἔχων φόρμιγγα λίγειαν
  117. ἡμῖν ἡγείσθω φιλοπαίγμονος ὀρχηθμοῖο,
  118. ὥς κέν τις φαίη γάμον ἔμμεναι ἐκτὸς ἀκούων,
  119. ἢ ἀνʼ ὁδὸν στείχων, ἢ οἳ περιναιετάουσι·
  120. μὴ πρόσθε κλέος εὐρὺ φόνου κατὰ ἄστυ γένηται
  121. ἀνδρῶν μνηστήρων, πρίν γʼ ἡμέας ἐλθέμεν ἔξω
  122. ἀγρὸν ἐς ἡμέτερον πολυδένδρεον· ἔνθα δʼ ἔπειτα
  123. φρασσόμεθʼ ὅττι κε κέρδος Ὀλύμπιος ἐγγυαλίξῃ.
  124. ὣς ἔφαθʼ, οἱ δʼ ἄρα τοῦ μάλα μὲν κλύον ἠδʼ ἐπίθοντο
  125. πρῶτα μὲν οὖν λούσαντο καὶ ἀμφιέσαντο χιτῶνας,
  126. ὅπλισθεν δὲ γυναῖκες· ὁ δʼ εἵλετο θεῖος ἀοιδὸς
  127. φόρμιγγα γλαφυρήν, ἐν δέ σφισιν ἵμερον ὦρσε
  128. μολπῆς τε γλυκερῆς καὶ ἀμύμονος ὀρχηθμοῖο.
  129. τοῖσιν δὲ μέγα δῶμα περιστεναχίζετο ποσσὶν
  130. ἀνδρῶν παιζόντων καλλιζώνων τε γυναικῶν.
  131. ὧδε δέ τις εἴπεσκε δόμων ἔκτοσθεν ἀκούων·
  132. ἦ μάλα δή τις ἔγημε πολυμνήστην βασίλειαν·
  133. σχετλίη, οὐδʼ ἔτλη πόσιος οὗ κουριδίοιο
  134. εἴρυσθαι μέγα δῶμα διαμπερές, ἧος ἵκοιτο.
  135. ὣς ἄρα τις εἴπεσκε, τὰ δʼ οὐκ ἴσαν ὡς ἐτέτυκτο.
  136. αὐτὰρ Ὀδυσσῆα μεγαλήτορα ᾧ ἐνὶ οἴκῳ
  137. Εὐρυνόμη ταμίη λοῦσεν καὶ χρῖσεν ἐλαίῳ,
  138. ἀμφὶ δέ μιν φᾶρος καλὸν βάλεν ἠδὲ χιτῶνα·
  139. αὐτὰρ κὰκ κεφαλῆς κάλλος πολὺ χεῦεν Ἀθήνη
  140. μείζονά τʼ εἰσιδέειν καὶ πάσσονα· κὰδ δὲ κάρητος
  141. οὔλας ἧκε κόμας, ὑακινθίνῳ ἄνθει ὁμοίας.
  142. ὡς δʼ ὅτε τις χρυσὸν περιχεύεται ἀργύρῳ ἀνὴρ
  143. ἴδρις, ὃν Ἥφαιστος δέδαεν καὶ Παλλὰς Ἀθήνη
  144. τέχνην παντοίην, χαρίεντα δὲ ἔργα τελείει·
  145. ὣς μὲν τῷ περίχευε χάριν κεφαλῇ τε καὶ ὤμοις.
  146. ἐκ δʼ ἀσαμίνθου βῆ δέμας ἀθανάτοισιν ὁμοῖος·
  147. ἂψ δʼ αὖτις κατʼ ἄρʼ ἕζετʼ ἐπὶ θρόνου ἔνθεν ἀνέστη,
  148. ἀντίον ἧς ἀλόχου, καί μιν πρὸς μῦθον ἔειπε·
  149. δαιμονίη, περί σοί γε γυναικῶν θηλυτεράων
  150. κῆρ ἀτέραμνον ἔθηκαν Ὀλύμπια δώματʼ ἔχοντες·
  151. οὐ μέν κʼ ἄλλη γʼ ὧδε γυνὴ τετληότι θυμῷ
  152. ἀνδρὸς ἀφεσταίη, ὅς οἱ κακὰ πολλὰ μογήσας
  153. ἔλθοι ἐεικοστῷ ἔτεϊ ἐς πατρίδα γαῖαν.
  154. ἀλλʼ ἄγε μοι, μαῖα, στόρεσον λέχος, ὄφρα καὶ αὐτὸς
  155. λέξομαι· ἦ γὰρ τῇ γε σιδήρεον ἐν φρεσὶ ἦτορ.
  156. τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·
  157. δαιμόνιʼ, οὔτʼ ἄρ τι μεγαλίζομαι οὔτʼ ἀθερίζω
  158. οὔτε λίην ἄγαμαι, μάλα δʼ εὖ οἶδʼ οἷος ἔησθα
  159. ἐξ Ἰθάκης ἐπὶ νηὸς ἰὼν δολιχηρέτμοιο.
  160. ἀλλʼ ἄγε οἱ στόρεσον πυκινὸν λέχος, Εὐρύκλεια,
  161. ἐκτὸς ἐϋσταθέος θαλάμου, τόν ῥʼ αὐτὸς ἐποίει·
  162. ἔνθα οἱ ἐκθεῖσαι πυκινὸν λέχος ἐμβάλετʼ εὐνήν,
  163. κώεα καὶ χλαίνας καὶ ῥήγεα σιγαλόεντα.
  164. ὣς ἄρʼ ἔφη πόσιος πειρωμένη· αὐτὰρ Ὀδυσσεὺς
  165. ὀχθήσας ἄλοχον προσεφώνεε κεδνὰ ἰδυῖαν·
  166. ὦ γύναι, ἦ μάλα τοῦτο ἔπος θυμαλγὲς ἔειπες·
  167. τίς δέ μοι ἄλλοσε θῆκε λέχος; χαλεπὸν δέ κεν εἴη
  168. καὶ μάλʼ ἐπισταμένῳ, ὅτε μὴ θεὸς αὐτὸς ἐπελθὼν
  169. ῥηϊδίως ἐθέλων θείη ἄλλῃ ἐνὶ χώρῃ.
  170. ἀνδρῶν δʼ οὔ κέν τις ζωὸς βροτός, οὐδὲ μάλʼ ἡβῶν,
  171. ῥεῖα μετοχλίσσειεν, ἐπεὶ μέγα σῆμα τέτυκται
  172. ἐν λέχει ἀσκητῷ· τὸ δʼ ἐγὼ κάμον οὐδέ τις ἄλλος.
  173. θάμνος ἔφυ τανύφυλλος ἐλαίης ἕρκεος ἐντός,
  174. ἀκμηνὸς θαλέθων· πάχετος δʼ ἦν ἠΰτε κίων.
  175. τῷ δʼ ἐγὼ ἀμφιβαλὼν θάλαμον δέμον, ὄφρʼ ἐτέλεσσα,
  176. πυκνῇσιν λιθάδεσσι, καὶ εὖ καθύπερθεν ἔρεψα,
  177. κολλητὰς δʼ ἐπέθηκα θύρας, πυκινῶς ἀραρυίας.
  178. καὶ τότʼ ἔπειτʼ ἀπέκοψα κόμην τανυφύλλου ἐλαίης,
  179. κορμὸν δʼ ἐκ ῥίζης προταμὼν ἀμφέξεσα χαλκῷ
  180. εὖ καὶ ἐπισταμένως, καὶ ἐπὶ στάθμην ἴθυνα,
  181. ἑρμῖνʼ ἀσκήσας, τέτρηνα δὲ πάντα τερέτρῳ.
  182. ἐκ δὲ τοῦ ἀρχόμενος λέχος ἔξεον, ὄφρʼ ἐτέλεσσα,
  183. δαιδάλλων χρυσῷ τε καὶ ἀργύρῳ ἠδʼ ἐλέφαντι·
  184. ἐκ δʼ ἐτάνυσσα ἱμάντα βοὸς φοίνικι φαεινόν.
  185. οὕτω τοι τόδε σῆμα πιφαύσκομαι· οὐδέ τι οἶδα,
  186. ἤ μοι ἔτʼ ἔμπεδόν ἐστι, γύναι, λέχος, ἦέ τις ἤδη
  187. ἀνδρῶν ἄλλοσε θῆκε, ταμὼν ὕπο πυθμένʼ ἐλαίης.
  188. ὣς φάτο, τῆς δʼ αὐτοῦ λύτο γούνατα καὶ φίλον ἦτορ,
  189. σήματʼ ἀναγνούσῃ τά οἱ ἔμπεδα πέφραδʼ Ὀδυσσεύς·
  190. δακρύσασα δʼ ἔπειτʼ ἰθὺς δράμεν, ἀμφὶ δὲ χεῖρας
  191. δειρῇ βάλλʼ Ὀδυσῆϊ, κάρη δʼ ἔκυσʼ ἠδὲ προσηύδα·
  192. μή μοι, Ὀδυσσεῦ, σκύζευ, ἐπεὶ τά περ ἄλλα μάλιστα
  193. ἀνθρώπων πέπνυσο· θεοὶ δʼ ὤπαζον ὀϊζύν,
  194. οἳ νῶϊν ἀγάσαντο παρʼ ἀλλήλοισι μένοντε
  195. ἥβης ταρπῆναι καὶ γήραος οὐδὸν ἱκέσθαι.
  196. αὐτὰρ μὴ νῦν μοι τόδε χώεο μηδὲ νεμέσσα,
  197. οὕνεκά σʼ οὐ τὸ πρῶτον, ἐπεὶ ἴδον, ὧδʼ ἀγάπησα.
  198. αἰεὶ γάρ μοι θυμὸς ἐνὶ στήθεσσι φίλοισιν
  199. ἐρρίγει μή τίς με βροτῶν ἀπάφοιτο ἔπεσσιν
  200. ἐλθών· πολλοὶ γὰρ κακὰ κέρδεα βουλεύουσιν.
  201. οὐδέ κεν Ἀργείη Ἑλένη, Διὸς ἐκγεγαυῖα,
  202. ἀνδρὶ παρʼ ἀλλοδαπῷ ἐμίγη φιλότητι καὶ εὐνῇ,
  203. εἰ ᾔδη ὅ μιν αὖτις ἀρήϊοι υἷες Ἀχαιῶν
  204. ἀξέμεναι οἶκόνδε φίλην ἐς πατρίδʼ ἔμελλον.
  205. τὴν δʼ ἦ τοι ῥέξαι θεὸς ὤρορεν ἔργον ἀεικές·
  206. τὴν δʼ ἄτην οὐ πρόσθεν ἑῷ ἐγκάτθετο θυμῷ
  207. λυγρήν, ἐξ ἧς πρῶτα καὶ ἡμέας ἵκετο πένθος.
  208. νῦν δʼ, ἐπεὶ ἤδη σήματʼ ἀριφραδέα κατέλεξας
  209. εὐνῆς ἡμετέρης, ἣν οὐ βροτὸς ἄλλος ὀπώπει,
  210. ἀλλʼ οἶοι σύ τʼ ἐγώ τε καὶ ἀμφίπολος μία μούνη,
  211. Ἀκτορίς, ἥν μοι δῶκε πατὴρ ἔτι δεῦρο κιούσῃ,
  212. ἣ νῶϊν εἴρυτο θύρας πυκινοῦ θαλάμοιο,
  213. πείθεις δή μευ θυμόν, ἀπηνέα περ μάλʼ ἐόντα.
  214. ὣς φάτο, τῷ δʼ ἔτι μᾶλλον ὑφʼ ἵμερον ὦρσε γόοιο·
  215. κλαῖε δʼ ἔχων ἄλοχον θυμαρέα, κεδνὰ ἰδυῖαν.
  216. ὡς δʼ ὅτʼ ἂν ἀσπάσιος γῆ νηχομένοισι φανήῃ,
  217. ὧν τε Ποσειδάων εὐεργέα νῆʼ ἐνὶ πόντῳ
  218. ῥαίσῃ, ἐπειγομένην ἀνέμῳ καὶ κύματι πηγῷ·
  219. παῦροι δʼ ἐξέφυγον πολιῆς ἁλὸς ἤπειρόνδε
  220. νηχόμενοι, πολλὴ δὲ περὶ χροῒ τέτροφεν ἅλμη,
  221. ἀσπάσιοι δʼ ἐπέβαν γαίης, κακότητα φυγόντες·
  222. ὣς ἄρα τῇ ἀσπαστὸς ἔην πόσις εἰσοροώσῃ,
  223. δειρῆς δʼ οὔ πω πάμπαν ἀφίετο πήχεε λευκώ.
  224. καί νύ κʼ ὀδυρομένοισι φάνη ῥοδοδάκτυλος Ἠώς,
  225. εἰ μὴ ἄρʼ ἄλλʼ ἐνόησε θεὰ γλαυκῶπις Ἀθήνη.
  226. νύκτα μὲν ἐν περάτῃ δολιχὴν σχέθεν, Ἠῶ δʼ αὖτε
  227. ῥύσατʼ ἐπʼ Ὠκεανῷ χρυσόθρονον, οὐδʼ ἔα ἵππους
  228. ζεύγνυσθʼ ὠκύποδας, φάος ἀνθρώποισι φέροντας,
  229. Λάμπον καὶ Φαέθονθʼ, οἵ τʼ Ἠῶ πῶλοι ἄγουσι.
  230. καὶ τότʼ ἄρʼ ἣν ἄλοχον προσέφη πολύμητις Ὀδυσσεύς
  231. ὦ γύναι, οὐ γάρ πω πάντων ἐπὶ πείρατʼ ἀέθλων
  232. ἤλθομεν, ἀλλʼ ἔτʼ ὄπισθεν ἀμέτρητος πόνος ἔσται,
  233. πολλὸς καὶ χαλεπός, τὸν ἐμὲ χρὴ πάντα τελέσσαι.
  234. ὣς γάρ μοι ψυχὴ μαντεύσατο Τειρεσίαο
  235. ἤματι τῷ ὅτε δὴ κατέβην δόμον Ἄϊδος εἴσω,
  236. νόστον ἑταίροισιν διζήμενος ἠδʼ ἐμοὶ αὐτῷ.
  237. ἀλλʼ ἔρχευ, λέκτρονδʼ ἴομεν, γύναι, ὄφρα καὶ ἤδη
  238. ὕπνῳ ὕπο γλυκερῷ ταρπώμεθα κοιμηθέντε.
  239. τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·
  240. εὐνὴ μὲν δή σοί γε τότʼ ἔσσεται ὁππότε θυμῷ
  241. σῷ ἐθέλῃς, ἐπεὶ ἄρ σε θεοὶ ποίησαν ἱκέσθαι
  242. οἶκον ἐϋκτίμενον καὶ σὴν ἐς πατρίδα γαῖαν·
  243. ἀλλʼ ἐπεὶ ἐφράσθης καί τοι θεὸς ἔμβαλε θυμῷ,
  244. εἴπʼ ἄγε μοι τὸν ἄεθλον, ἐπεὶ καὶ ὄπισθεν, ὀΐω,
  245. πεύσομαι, αὐτίκα δʼ ἐστὶ δαήμεναι οὔ τι χέρειον.
  246. τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
  247. δαιμονίη, τί τʼ ἄρʼ αὖ με μάλʼ ὀτρύνουσα κελεύεις
  248. εἰπέμεν; αὐτὰρ ἐγὼ μυθήσομαι οὐδʼ ἐπικεύσω.
  249. οὐ μέν τοι θυμὸς κεχαρήσεται· οὐδὲ γὰρ αὐτὸς
  250. χαίρω, ἐπεὶ μάλα πολλὰ βροτῶν ἐπὶ ἄστεʼ ἄνωγεν
  251. ἐλθεῖν, ἐν χείρεσσιν ἔχοντʼ εὐῆρες ἐρετμόν,
  252. εἰς ὅ κε τοὺς ἀφίκωμαι οἳ οὐκ ἴσασι θάλασσαν
  253. ἀνέρες, οὐδέ θʼ ἅλεσσι μεμιγμένον εἶδαρ ἔδουσιν·
  254. οὐδʼ ἄρα τοί γʼ ἴσασι νέας φοινικοπαρῄους,
  255. οὐδʼ εὐήρεʼ ἐρετμά, τά τε πτερὰ νηυσὶ πέλονται.
  256. σῆμα δέ μοι τόδʼ ἔειπεν ἀριφραδές, οὐδέ σε κεύσω·
  257. ὁππότε κεν δή μοι ξυμβλήμενος ἄλλος ὁδίτης
  258. φήῃ ἀθηρηλοιγὸν ἔχειν ἀνὰ φαιδίμῳ ὤμῳ,
  259. καὶ τότε μʼ ἐν γαίῃ πήξαντʼ ἐκέλευεν ἐρετμόν,
  260. ἔρξανθʼ ἱερὰ καλὰ Ποσειδάωνι ἄνακτι,
  261. ἀρνειὸν ταῦρόν τε συῶν τʼ ἐπιβήτορα κάπρον,
  262. οἴκαδʼ ἀποστείχειν, ἔρδειν θʼ ἱερὰς ἑκατόμβας
  263. ἀθανάτοισι θεοῖσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσι,
  264. πᾶσι μάλʼ ἑξείης· θάνατος δέ μοι ἐξ ἁλὸς αὐτῷ
  265. ἀβληχρὸς μάλα τοῖος ἐλεύσεται, ὅς κέ με πέφνῃ
  266. γήρα’ ὕπο λιπαρῷ ἀρημένον· ἀμφὶ δὲ λαοὶ
  267. ὄλβιοι ἔσσονται· τὰ δέ μοι φάτο πάντα τελεῖσθαι.
  268. τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·
  269. εἰ μὲν δὴ γῆράς γε θεοὶ τελέουσιν ἄρειον,
  270. ἐλπωρή τοι ἔπειτα κακῶν ὑπάλυξιν ἔσεσθαι.
  271. ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον·
  272. τόφρα δʼ ἄρʼ Εὐρυνόμη τε ἰδὲ τροφὸς ἔντυον εὐνὴν
  273. ἐσθῆτος μαλακῆς, δαΐδων ὕπο λαμπομενάων.
  274. αὐτὰρ ἐπεὶ στόρεσαν πυκινὸν λέχος ἐγκονέουσαι,
  275. γρηῢς μὲν κείουσα πάλιν οἶκόνδε βεβήκει,
  276. τοῖσιν δʼ Εὐρυνόμη θαλαμηπόλος ἡγεμόνευεν
  277. ἐρχομένοισι λέχοσδε, δάος μετὰ χερσὶν ἔχουσα·
  278. ἐς θάλαμον δʼ ἀγαγοῦσα πάλιν κίεν. οἱ μὲν ἔπειτα
  279. ἀσπάσιοι λέκτροιο παλαιοῦ θεσμὸν ἵκοντο·
  280. αὐτὰρ Τηλέμαχος καὶ βουκόλος ἠδὲ συβώτης
  281. παῦσαν ἄρʼ ὀρχηθμοῖο πόδας, παῦσαν δὲ γυναῖκας,
  282. αὐτοὶ δʼ εὐνάζοντο κατὰ μέγαρα σκιόεντα.
  283. τὼ δʼ ἐπεὶ οὖν φιλότητος ἐταρπήτην ἐρατεινῆς,
  284. τερπέσθην μύθοισι, πρὸς ἀλλήλους ἐνέποντε,
  285. ἡ μὲν ὅσʼ ἐν μεγάροισιν ἀνέσχετο δῖα γυναικῶν,
  286. ἀνδρῶν μνηστήρων ἐσορῶσʼ ἀΐδηλον ὅμιλον,