Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ὣς ἄρα τῇ ἀσπαστὸς ἔην πόσις εἰσοροώσῃ,
  2. δειρῆς δʼ οὔ πω πάμπαν ἀφίετο πήχεε λευκώ.
  3. καί νύ κʼ ὀδυρομένοισι φάνη ῥοδοδάκτυλος Ἠώς,
  4. εἰ μὴ ἄρʼ ἄλλʼ ἐνόησε θεὰ γλαυκῶπις Ἀθήνη.
  5. νύκτα μὲν ἐν περάτῃ δολιχὴν σχέθεν, Ἠῶ δʼ αὖτε
  6. ῥύσατʼ ἐπʼ Ὠκεανῷ χρυσόθρονον, οὐδʼ ἔα ἵππους
  7. ζεύγνυσθʼ ὠκύποδας, φάος ἀνθρώποισι φέροντας,
  8. Λάμπον καὶ Φαέθονθʼ, οἵ τʼ Ἠῶ πῶλοι ἄγουσι.
  9. καὶ τότʼ ἄρʼ ἣν ἄλοχον προσέφη πολύμητις Ὀδυσσεύς
  10. ὦ γύναι, οὐ γάρ πω πάντων ἐπὶ πείρατʼ ἀέθλων
  11. ἤλθομεν, ἀλλʼ ἔτʼ ὄπισθεν ἀμέτρητος πόνος ἔσται,
  12. πολλὸς καὶ χαλεπός, τὸν ἐμὲ χρὴ πάντα τελέσσαι.
  13. ὣς γάρ μοι ψυχὴ μαντεύσατο Τειρεσίαο
  14. ἤματι τῷ ὅτε δὴ κατέβην δόμον Ἄϊδος εἴσω,
  15. νόστον ἑταίροισιν διζήμενος ἠδʼ ἐμοὶ αὐτῷ.
  16. ἀλλʼ ἔρχευ, λέκτρονδʼ ἴομεν, γύναι, ὄφρα καὶ ἤδη
  17. ὕπνῳ ὕπο γλυκερῷ ταρπώμεθα κοιμηθέντε.
  18. τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·
  19. εὐνὴ μὲν δή σοί γε τότʼ ἔσσεται ὁππότε θυμῷ
  20. σῷ ἐθέλῃς, ἐπεὶ ἄρ σε θεοὶ ποίησαν ἱκέσθαι
  21. οἶκον ἐϋκτίμενον καὶ σὴν ἐς πατρίδα γαῖαν·
  22. ἀλλʼ ἐπεὶ ἐφράσθης καί τοι θεὸς ἔμβαλε θυμῷ,
  23. εἴπʼ ἄγε μοι τὸν ἄεθλον, ἐπεὶ καὶ ὄπισθεν, ὀΐω,
  24. πεύσομαι, αὐτίκα δʼ ἐστὶ δαήμεναι οὔ τι χέρειον.
  25. τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
  26. δαιμονίη, τί τʼ ἄρʼ αὖ με μάλʼ ὀτρύνουσα κελεύεις
  27. εἰπέμεν; αὐτὰρ ἐγὼ μυθήσομαι οὐδʼ ἐπικεύσω.
  28. οὐ μέν τοι θυμὸς κεχαρήσεται· οὐδὲ γὰρ αὐτὸς
  29. χαίρω, ἐπεὶ μάλα πολλὰ βροτῶν ἐπὶ ἄστεʼ ἄνωγεν
  30. ἐλθεῖν, ἐν χείρεσσιν ἔχοντʼ εὐῆρες ἐρετμόν,
  31. εἰς ὅ κε τοὺς ἀφίκωμαι οἳ οὐκ ἴσασι θάλασσαν
  32. ἀνέρες, οὐδέ θʼ ἅλεσσι μεμιγμένον εἶδαρ ἔδουσιν·
  33. οὐδʼ ἄρα τοί γʼ ἴσασι νέας φοινικοπαρῄους,
  34. οὐδʼ εὐήρεʼ ἐρετμά, τά τε πτερὰ νηυσὶ πέλονται.
  35. σῆμα δέ μοι τόδʼ ἔειπεν ἀριφραδές, οὐδέ σε κεύσω·
  36. ὁππότε κεν δή μοι ξυμβλήμενος ἄλλος ὁδίτης
  37. φήῃ ἀθηρηλοιγὸν ἔχειν ἀνὰ φαιδίμῳ ὤμῳ,
  38. καὶ τότε μʼ ἐν γαίῃ πήξαντʼ ἐκέλευεν ἐρετμόν,
  39. ἔρξανθʼ ἱερὰ καλὰ Ποσειδάωνι ἄνακτι,
  40. ἀρνειὸν ταῦρόν τε συῶν τʼ ἐπιβήτορα κάπρον,
  41. οἴκαδʼ ἀποστείχειν, ἔρδειν θʼ ἱερὰς ἑκατόμβας
  42. ἀθανάτοισι θεοῖσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσι,
  43. πᾶσι μάλʼ ἑξείης· θάνατος δέ μοι ἐξ ἁλὸς αὐτῷ
  44. ἀβληχρὸς μάλα τοῖος ἐλεύσεται, ὅς κέ με πέφνῃ
  45. γήρα’ ὕπο λιπαρῷ ἀρημένον· ἀμφὶ δὲ λαοὶ
  46. ὄλβιοι ἔσσονται· τὰ δέ μοι φάτο πάντα τελεῖσθαι.
  47. τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·
  48. εἰ μὲν δὴ γῆράς γε θεοὶ τελέουσιν ἄρειον,
  49. ἐλπωρή τοι ἔπειτα κακῶν ὑπάλυξιν ἔσεσθαι.