Odyssey
Homer
Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.
- θάμνος ἔφυ τανύφυλλος ἐλαίης ἕρκεος ἐντός,
- ἀκμηνὸς θαλέθων· πάχετος δʼ ἦν ἠΰτε κίων.
- τῷ δʼ ἐγὼ ἀμφιβαλὼν θάλαμον δέμον, ὄφρʼ ἐτέλεσσα,
- πυκνῇσιν λιθάδεσσι, καὶ εὖ καθύπερθεν ἔρεψα,
- κολλητὰς δʼ ἐπέθηκα θύρας, πυκινῶς ἀραρυίας.
- καὶ τότʼ ἔπειτʼ ἀπέκοψα κόμην τανυφύλλου ἐλαίης,
- κορμὸν δʼ ἐκ ῥίζης προταμὼν ἀμφέξεσα χαλκῷ
- εὖ καὶ ἐπισταμένως, καὶ ἐπὶ στάθμην ἴθυνα,
- ἑρμῖνʼ ἀσκήσας, τέτρηνα δὲ πάντα τερέτρῳ.
- ἐκ δὲ τοῦ ἀρχόμενος λέχος ἔξεον, ὄφρʼ ἐτέλεσσα,
- δαιδάλλων χρυσῷ τε καὶ ἀργύρῳ ἠδʼ ἐλέφαντι·
- ἐκ δʼ ἐτάνυσσα ἱμάντα βοὸς φοίνικι φαεινόν.
- οὕτω τοι τόδε σῆμα πιφαύσκομαι· οὐδέ τι οἶδα,
- ἤ μοι ἔτʼ ἔμπεδόν ἐστι, γύναι, λέχος, ἦέ τις ἤδη
- ἀνδρῶν ἄλλοσε θῆκε, ταμὼν ὕπο πυθμένʼ ἐλαίης.
- ὣς φάτο, τῆς δʼ αὐτοῦ λύτο γούνατα καὶ φίλον ἦτορ,
- σήματʼ ἀναγνούσῃ τά οἱ ἔμπεδα πέφραδʼ Ὀδυσσεύς·
- δακρύσασα δʼ ἔπειτʼ ἰθὺς δράμεν, ἀμφὶ δὲ χεῖρας
- δειρῇ βάλλʼ Ὀδυσῆϊ, κάρη δʼ ἔκυσʼ ἠδὲ προσηύδα·
- μή μοι, Ὀδυσσεῦ, σκύζευ, ἐπεὶ τά περ ἄλλα μάλιστα
- ἀνθρώπων πέπνυσο· θεοὶ δʼ ὤπαζον ὀϊζύν,
- οἳ νῶϊν ἀγάσαντο παρʼ ἀλλήλοισι μένοντε
- ἥβης ταρπῆναι καὶ γήραος οὐδὸν ἱκέσθαι.
- αὐτὰρ μὴ νῦν μοι τόδε χώεο μηδὲ νεμέσσα,
- οὕνεκά σʼ οὐ τὸ πρῶτον, ἐπεὶ ἴδον, ὧδʼ ἀγάπησα.
- αἰεὶ γάρ μοι θυμὸς ἐνὶ στήθεσσι φίλοισιν
- ἐρρίγει μή τίς με βροτῶν ἀπάφοιτο ἔπεσσιν
- ἐλθών· πολλοὶ γὰρ κακὰ κέρδεα βουλεύουσιν.
- οὐδέ κεν Ἀργείη Ἑλένη, Διὸς ἐκγεγαυῖα,
- ἀνδρὶ παρʼ ἀλλοδαπῷ ἐμίγη φιλότητι καὶ εὐνῇ,
- εἰ ᾔδη ὅ μιν αὖτις ἀρήϊοι υἷες Ἀχαιῶν
- ἀξέμεναι οἶκόνδε φίλην ἐς πατρίδʼ ἔμελλον.
- τὴν δʼ ἦ τοι ῥέξαι θεὸς ὤρορεν ἔργον ἀεικές·
- τὴν δʼ ἄτην οὐ πρόσθεν ἑῷ ἐγκάτθετο θυμῷ
- λυγρήν, ἐξ ἧς πρῶτα καὶ ἡμέας ἵκετο πένθος.
- νῦν δʼ, ἐπεὶ ἤδη σήματʼ ἀριφραδέα κατέλεξας
- εὐνῆς ἡμετέρης, ἣν οὐ βροτὸς ἄλλος ὀπώπει,
- ἀλλʼ οἶοι σύ τʼ ἐγώ τε καὶ ἀμφίπολος μία μούνη,
- Ἀκτορίς, ἥν μοι δῶκε πατὴρ ἔτι δεῦρο κιούσῃ,
- ἣ νῶϊν εἴρυτο θύρας πυκινοῦ θαλάμοιο,
- πείθεις δή μευ θυμόν, ἀπηνέα περ μάλʼ ἐόντα.
- ὣς φάτο, τῷ δʼ ἔτι μᾶλλον ὑφʼ ἵμερον ὦρσε γόοιο·
- κλαῖε δʼ ἔχων ἄλοχον θυμαρέα, κεδνὰ ἰδυῖαν.
- ὡς δʼ ὅτʼ ἂν ἀσπάσιος γῆ νηχομένοισι φανήῃ,
- ὧν τε Ποσειδάων εὐεργέα νῆʼ ἐνὶ πόντῳ
- ῥαίσῃ, ἐπειγομένην ἀνέμῳ καὶ κύματι πηγῷ·
- παῦροι δʼ ἐξέφυγον πολιῆς ἁλὸς ἤπειρόνδε
- νηχόμενοι, πολλὴ δὲ περὶ χροῒ τέτροφεν ἅλμη,
- ἀσπάσιοι δʼ ἐπέβαν γαίης, κακότητα φυγόντες·