Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἐρρίγει μή τίς με βροτῶν ἀπάφοιτο ἔπεσσιν
  2. ἐλθών· πολλοὶ γὰρ κακὰ κέρδεα βουλεύουσιν.
  3. οὐδέ κεν Ἀργείη Ἑλένη, Διὸς ἐκγεγαυῖα,
  4. ἀνδρὶ παρʼ ἀλλοδαπῷ ἐμίγη φιλότητι καὶ εὐνῇ,
  5. εἰ ᾔδη ὅ μιν αὖτις ἀρήϊοι υἷες Ἀχαιῶν
  6. ἀξέμεναι οἶκόνδε φίλην ἐς πατρίδʼ ἔμελλον.
  7. τὴν δʼ ἦ τοι ῥέξαι θεὸς ὤρορεν ἔργον ἀεικές·
  8. τὴν δʼ ἄτην οὐ πρόσθεν ἑῷ ἐγκάτθετο θυμῷ
  9. λυγρήν, ἐξ ἧς πρῶτα καὶ ἡμέας ἵκετο πένθος.
  10. νῦν δʼ, ἐπεὶ ἤδη σήματʼ ἀριφραδέα κατέλεξας
  11. εὐνῆς ἡμετέρης, ἣν οὐ βροτὸς ἄλλος ὀπώπει,
  12. ἀλλʼ οἶοι σύ τʼ ἐγώ τε καὶ ἀμφίπολος μία μούνη,
  13. Ἀκτορίς, ἥν μοι δῶκε πατὴρ ἔτι δεῦρο κιούσῃ,
  14. ἣ νῶϊν εἴρυτο θύρας πυκινοῦ θαλάμοιο,
  15. πείθεις δή μευ θυμόν, ἀπηνέα περ μάλʼ ἐόντα.
  16. ὣς φάτο, τῷ δʼ ἔτι μᾶλλον ὑφʼ ἵμερον ὦρσε γόοιο·
  17. κλαῖε δʼ ἔχων ἄλοχον θυμαρέα, κεδνὰ ἰδυῖαν.
  18. ὡς δʼ ὅτʼ ἂν ἀσπάσιος γῆ νηχομένοισι φανήῃ,
  19. ὧν τε Ποσειδάων εὐεργέα νῆʼ ἐνὶ πόντῳ
  20. ῥαίσῃ, ἐπειγομένην ἀνέμῳ καὶ κύματι πηγῷ·
  21. παῦροι δʼ ἐξέφυγον πολιῆς ἁλὸς ἤπειρόνδε
  22. νηχόμενοι, πολλὴ δὲ περὶ χροῒ τέτροφεν ἅλμη,
  23. ἀσπάσιοι δʼ ἐπέβαν γαίης, κακότητα φυγόντες·
  24. ὣς ἄρα τῇ ἀσπαστὸς ἔην πόσις εἰσοροώσῃ,
  25. δειρῆς δʼ οὔ πω πάμπαν ἀφίετο πήχεε λευκώ.
  26. καί νύ κʼ ὀδυρομένοισι φάνη ῥοδοδάκτυλος Ἠώς,
  27. εἰ μὴ ἄρʼ ἄλλʼ ἐνόησε θεὰ γλαυκῶπις Ἀθήνη.
  28. νύκτα μὲν ἐν περάτῃ δολιχὴν σχέθεν, Ἠῶ δʼ αὖτε
  29. ῥύσατʼ ἐπʼ Ὠκεανῷ χρυσόθρονον, οὐδʼ ἔα ἵππους
  30. ζεύγνυσθʼ ὠκύποδας, φάος ἀνθρώποισι φέροντας,
  31. Λάμπον καὶ Φαέθονθʼ, οἵ τʼ Ἠῶ πῶλοι ἄγουσι.
  32. καὶ τότʼ ἄρʼ ἣν ἄλοχον προσέφη πολύμητις Ὀδυσσεύς
  33. ὦ γύναι, οὐ γάρ πω πάντων ἐπὶ πείρατʼ ἀέθλων
  34. ἤλθομεν, ἀλλʼ ἔτʼ ὄπισθεν ἀμέτρητος πόνος ἔσται,
  35. πολλὸς καὶ χαλεπός, τὸν ἐμὲ χρὴ πάντα τελέσσαι.
  36. ὣς γάρ μοι ψυχὴ μαντεύσατο Τειρεσίαο
  37. ἤματι τῷ ὅτε δὴ κατέβην δόμον Ἄϊδος εἴσω,
  38. νόστον ἑταίροισιν διζήμενος ἠδʼ ἐμοὶ αὐτῷ.
  39. ἀλλʼ ἔρχευ, λέκτρονδʼ ἴομεν, γύναι, ὄφρα καὶ ἤδη
  40. ὕπνῳ ὕπο γλυκερῷ ταρπώμεθα κοιμηθέντε.
  41. τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·
  42. εὐνὴ μὲν δή σοί γε τότʼ ἔσσεται ὁππότε θυμῷ
  43. σῷ ἐθέλῃς, ἐπεὶ ἄρ σε θεοὶ ποίησαν ἱκέσθαι
  44. οἶκον ἐϋκτίμενον καὶ σὴν ἐς πατρίδα γαῖαν·
  45. ἀλλʼ ἐπεὶ ἐφράσθης καί τοι θεὸς ἔμβαλε θυμῷ,
  46. εἴπʼ ἄγε μοι τὸν ἄεθλον, ἐπεὶ καὶ ὄπισθεν, ὀΐω,
  47. πεύσομαι, αὐτίκα δʼ ἐστὶ δαήμεναι οὔ τι χέρειον.
  48. τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·