Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. οὐ μέν κʼ ἄλλη γʼ ὧδε γυνὴ τετληότι θυμῷ
  2. ἀνδρὸς ἀφεσταίη, ὅς οἱ κακὰ πολλὰ μογήσας
  3. ἔλθοι ἐεικοστῷ ἔτεϊ ἐς πατρίδα γαῖαν.
  4. ἀλλʼ ἄγε μοι, μαῖα, στόρεσον λέχος, ὄφρα καὶ αὐτὸς
  5. λέξομαι· ἦ γὰρ τῇ γε σιδήρεον ἐν φρεσὶ ἦτορ.
  6. τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·
  7. δαιμόνιʼ, οὔτʼ ἄρ τι μεγαλίζομαι οὔτʼ ἀθερίζω
  8. οὔτε λίην ἄγαμαι, μάλα δʼ εὖ οἶδʼ οἷος ἔησθα
  9. ἐξ Ἰθάκης ἐπὶ νηὸς ἰὼν δολιχηρέτμοιο.
  10. ἀλλʼ ἄγε οἱ στόρεσον πυκινὸν λέχος, Εὐρύκλεια,
  11. ἐκτὸς ἐϋσταθέος θαλάμου, τόν ῥʼ αὐτὸς ἐποίει·
  12. ἔνθα οἱ ἐκθεῖσαι πυκινὸν λέχος ἐμβάλετʼ εὐνήν,
  13. κώεα καὶ χλαίνας καὶ ῥήγεα σιγαλόεντα.
  14. ὣς ἄρʼ ἔφη πόσιος πειρωμένη· αὐτὰρ Ὀδυσσεὺς
  15. ὀχθήσας ἄλοχον προσεφώνεε κεδνὰ ἰδυῖαν·
  16. ὦ γύναι, ἦ μάλα τοῦτο ἔπος θυμαλγὲς ἔειπες·
  17. τίς δέ μοι ἄλλοσε θῆκε λέχος; χαλεπὸν δέ κεν εἴη
  18. καὶ μάλʼ ἐπισταμένῳ, ὅτε μὴ θεὸς αὐτὸς ἐπελθὼν
  19. ῥηϊδίως ἐθέλων θείη ἄλλῃ ἐνὶ χώρῃ.
  20. ἀνδρῶν δʼ οὔ κέν τις ζωὸς βροτός, οὐδὲ μάλʼ ἡβῶν,
  21. ῥεῖα μετοχλίσσειεν, ἐπεὶ μέγα σῆμα τέτυκται
  22. ἐν λέχει ἀσκητῷ· τὸ δʼ ἐγὼ κάμον οὐδέ τις ἄλλος.
  23. θάμνος ἔφυ τανύφυλλος ἐλαίης ἕρκεος ἐντός,
  24. ἀκμηνὸς θαλέθων· πάχετος δʼ ἦν ἠΰτε κίων.
  25. τῷ δʼ ἐγὼ ἀμφιβαλὼν θάλαμον δέμον, ὄφρʼ ἐτέλεσσα,
  26. πυκνῇσιν λιθάδεσσι, καὶ εὖ καθύπερθεν ἔρεψα,
  27. κολλητὰς δʼ ἐπέθηκα θύρας, πυκινῶς ἀραρυίας.
  28. καὶ τότʼ ἔπειτʼ ἀπέκοψα κόμην τανυφύλλου ἐλαίης,
  29. κορμὸν δʼ ἐκ ῥίζης προταμὼν ἀμφέξεσα χαλκῷ
  30. εὖ καὶ ἐπισταμένως, καὶ ἐπὶ στάθμην ἴθυνα,
  31. ἑρμῖνʼ ἀσκήσας, τέτρηνα δὲ πάντα τερέτρῳ.
  32. ἐκ δὲ τοῦ ἀρχόμενος λέχος ἔξεον, ὄφρʼ ἐτέλεσσα,
  33. δαιδάλλων χρυσῷ τε καὶ ἀργύρῳ ἠδʼ ἐλέφαντι·
  34. ἐκ δʼ ἐτάνυσσα ἱμάντα βοὸς φοίνικι φαεινόν.
  35. οὕτω τοι τόδε σῆμα πιφαύσκομαι· οὐδέ τι οἶδα,
  36. ἤ μοι ἔτʼ ἔμπεδόν ἐστι, γύναι, λέχος, ἦέ τις ἤδη
  37. ἀνδρῶν ἄλλοσε θῆκε, ταμὼν ὕπο πυθμένʼ ἐλαίης.
  38. ὣς φάτο, τῆς δʼ αὐτοῦ λύτο γούνατα καὶ φίλον ἦτορ,
  39. σήματʼ ἀναγνούσῃ τά οἱ ἔμπεδα πέφραδʼ Ὀδυσσεύς·
  40. δακρύσασα δʼ ἔπειτʼ ἰθὺς δράμεν, ἀμφὶ δὲ χεῖρας
  41. δειρῇ βάλλʼ Ὀδυσῆϊ, κάρη δʼ ἔκυσʼ ἠδὲ προσηύδα·
  42. μή μοι, Ὀδυσσεῦ, σκύζευ, ἐπεὶ τά περ ἄλλα μάλιστα
  43. ἀνθρώπων πέπνυσο· θεοὶ δʼ ὤπαζον ὀϊζύν,
  44. οἳ νῶϊν ἀγάσαντο παρʼ ἀλλήλοισι μένοντε
  45. ἥβης ταρπῆναι καὶ γήραος οὐδὸν ἱκέσθαι.
  46. αὐτὰρ μὴ νῦν μοι τόδε χώεο μηδὲ νεμέσσα,
  47. οὕνεκά σʼ οὐ τὸ πρῶτον, ἐπεὶ ἴδον, ὧδʼ ἀγάπησα.
  48. αἰεὶ γάρ μοι θυμὸς ἐνὶ στήθεσσι φίλοισιν