Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. εἴρυσθαι μέγα δῶμα διαμπερές, ἧος ἵκοιτο.
  2. ὣς ἄρα τις εἴπεσκε, τὰ δʼ οὐκ ἴσαν ὡς ἐτέτυκτο.
  3. αὐτὰρ Ὀδυσσῆα μεγαλήτορα ᾧ ἐνὶ οἴκῳ
  4. Εὐρυνόμη ταμίη λοῦσεν καὶ χρῖσεν ἐλαίῳ,
  5. ἀμφὶ δέ μιν φᾶρος καλὸν βάλεν ἠδὲ χιτῶνα·
  6. αὐτὰρ κὰκ κεφαλῆς κάλλος πολὺ χεῦεν Ἀθήνη
  7. μείζονά τʼ εἰσιδέειν καὶ πάσσονα· κὰδ δὲ κάρητος
  8. οὔλας ἧκε κόμας, ὑακινθίνῳ ἄνθει ὁμοίας.
  9. ὡς δʼ ὅτε τις χρυσὸν περιχεύεται ἀργύρῳ ἀνὴρ
  10. ἴδρις, ὃν Ἥφαιστος δέδαεν καὶ Παλλὰς Ἀθήνη
  11. τέχνην παντοίην, χαρίεντα δὲ ἔργα τελείει·
  12. ὣς μὲν τῷ περίχευε χάριν κεφαλῇ τε καὶ ὤμοις.
  13. ἐκ δʼ ἀσαμίνθου βῆ δέμας ἀθανάτοισιν ὁμοῖος·
  14. ἂψ δʼ αὖτις κατʼ ἄρʼ ἕζετʼ ἐπὶ θρόνου ἔνθεν ἀνέστη,
  15. ἀντίον ἧς ἀλόχου, καί μιν πρὸς μῦθον ἔειπε·
  16. δαιμονίη, περί σοί γε γυναικῶν θηλυτεράων
  17. κῆρ ἀτέραμνον ἔθηκαν Ὀλύμπια δώματʼ ἔχοντες·
  18. οὐ μέν κʼ ἄλλη γʼ ὧδε γυνὴ τετληότι θυμῷ
  19. ἀνδρὸς ἀφεσταίη, ὅς οἱ κακὰ πολλὰ μογήσας
  20. ἔλθοι ἐεικοστῷ ἔτεϊ ἐς πατρίδα γαῖαν.
  21. ἀλλʼ ἄγε μοι, μαῖα, στόρεσον λέχος, ὄφρα καὶ αὐτὸς
  22. λέξομαι· ἦ γὰρ τῇ γε σιδήρεον ἐν φρεσὶ ἦτορ.
  23. τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·
  24. δαιμόνιʼ, οὔτʼ ἄρ τι μεγαλίζομαι οὔτʼ ἀθερίζω
  25. οὔτε λίην ἄγαμαι, μάλα δʼ εὖ οἶδʼ οἷος ἔησθα
  26. ἐξ Ἰθάκης ἐπὶ νηὸς ἰὼν δολιχηρέτμοιο.
  27. ἀλλʼ ἄγε οἱ στόρεσον πυκινὸν λέχος, Εὐρύκλεια,
  28. ἐκτὸς ἐϋσταθέος θαλάμου, τόν ῥʼ αὐτὸς ἐποίει·
  29. ἔνθα οἱ ἐκθεῖσαι πυκινὸν λέχος ἐμβάλετʼ εὐνήν,
  30. κώεα καὶ χλαίνας καὶ ῥήγεα σιγαλόεντα.
  31. ὣς ἄρʼ ἔφη πόσιος πειρωμένη· αὐτὰρ Ὀδυσσεὺς
  32. ὀχθήσας ἄλοχον προσεφώνεε κεδνὰ ἰδυῖαν·
  33. ὦ γύναι, ἦ μάλα τοῦτο ἔπος θυμαλγὲς ἔειπες·
  34. τίς δέ μοι ἄλλοσε θῆκε λέχος; χαλεπὸν δέ κεν εἴη
  35. καὶ μάλʼ ἐπισταμένῳ, ὅτε μὴ θεὸς αὐτὸς ἐπελθὼν