Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. τοὔνεκʼ ἀτιμάζει με καὶ οὔ πω φησὶ τὸν εἶναι.
  2. ἡμεῖς δὲ φραζώμεθʼ ὅπως ὄχʼ ἄριστα γένηται.
  3. καὶ γάρ τίς θʼ ἕνα φῶτα κατακτείνας ἐνὶ δήμῳ,
  4. ᾧ μὴ πολλοὶ ἔωσιν ἀοσσητῆρες ὀπίσσω,
  5. φεύγει πηούς τε προλιπὼν καὶ πατρίδα γαῖαν·
  6. ἡμεῖς δʼ ἕρμα πόληος ἀπέκταμεν, οἳ μέγʼ ἄριστοι
  7. κούρων εἰν Ἰθάκῃ· τὰ δέ σε φράζεσθαι ἄνωγα.
  8. τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
  9. αὐτὸς ταῦτά γε λεῦσσε, πάτερ φίλε· σὴν γὰρ ἀρίστην
  10. μῆτιν ἐπʼ ἀνθρώπους φάσʼ ἔμμεναι, οὐδέ κέ τίς τοι
  11. ἄλλος ἀνὴρ ἐρίσειε καταθνητῶν ἀνθρώπων.
  12. ἡμεῖς δʼ ἐμμεμαῶτες ἅμʼ ἑψόμεθʼ, οὐδέ τί φημι
  13. ἀλκῆς δευήσεσθαι, ὅση δύναμίς γε πάρεστιν.
  14. τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς
  15. τοιγὰρ ἐγὼν ἐρέω ὥς μοι δοκεῖ εἶναι ἄριστα.
  16. πρῶτα μὲν ἂρ λούσασθε καὶ ἀμφιέσασθε χιτῶνας,
  17. δμῳὰς δʼ ἐν μεγάροισιν ἀνώγετε εἵμαθʼ ἑλέσθαι·
  18. αὐτὰρ θεῖος ἀοιδὸς ἔχων φόρμιγγα λίγειαν
  19. ἡμῖν ἡγείσθω φιλοπαίγμονος ὀρχηθμοῖο,
  20. ὥς κέν τις φαίη γάμον ἔμμεναι ἐκτὸς ἀκούων,
  21. ἢ ἀνʼ ὁδὸν στείχων, ἢ οἳ περιναιετάουσι·
  22. μὴ πρόσθε κλέος εὐρὺ φόνου κατὰ ἄστυ γένηται
  23. ἀνδρῶν μνηστήρων, πρίν γʼ ἡμέας ἐλθέμεν ἔξω
  24. ἀγρὸν ἐς ἡμέτερον πολυδένδρεον· ἔνθα δʼ ἔπειτα
  25. φρασσόμεθʼ ὅττι κε κέρδος Ὀλύμπιος ἐγγυαλίξῃ.
  26. ὣς ἔφαθʼ, οἱ δʼ ἄρα τοῦ μάλα μὲν κλύον ἠδʼ ἐπίθοντο
  27. πρῶτα μὲν οὖν λούσαντο καὶ ἀμφιέσαντο χιτῶνας,
  28. ὅπλισθεν δὲ γυναῖκες· ὁ δʼ εἵλετο θεῖος ἀοιδὸς
  29. φόρμιγγα γλαφυρήν, ἐν δέ σφισιν ἵμερον ὦρσε
  30. μολπῆς τε γλυκερῆς καὶ ἀμύμονος ὀρχηθμοῖο.
  31. τοῖσιν δὲ μέγα δῶμα περιστεναχίζετο ποσσὶν
  32. ἀνδρῶν παιζόντων καλλιζώνων τε γυναικῶν.
  33. ὧδε δέ τις εἴπεσκε δόμων ἔκτοσθεν ἀκούων·
  34. ἦ μάλα δή τις ἔγημε πολυμνήστην βασίλειαν·
  35. σχετλίη, οὐδʼ ἔτλη πόσιος οὗ κουριδίοιο