Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • μαῖα φίλη, μάργην σε θεοὶ θέσαν, οἵ τε δύνανται
  • ἄφρονα ποιῆσαι καὶ ἐπίφρονά περ μάλʼ ἐόντα,
  • καί τε χαλιφρονέοντα σαοφροσύνης ἐπέβησαν·
  • οἵ σέ περ ἔβλαψαν· πρὶν δὲ φρένας αἰσίμη ἦσθα.
  • τίπτε με λωβεύεις πολυπενθέα θυμὸν ἔχουσαν
  • ταῦτα παρὲξ ἐρέουσα καὶ ἐξ ὕπνου μʼ ἀνεγείρεις
  • ἡδέος, ὅς μʼ ἐπέδησε φίλα βλέφαρʼ ἀμφικαλύψας;
  • οὐ γάρ πω τοιόνδε κατέδραθον, ἐξ οὗ Ὀδυσσεὺς
  • ᾤχετʼ ἐποψόμενος Κακοΐλιον οὐκ ὀνομαστήν.
  • ἀλλʼ ἄγε νῦν κατάβηθι καὶ ἂψ ἔρχευ μέγαρόνδε.
  • εἰ γάρ τίς μʼ ἄλλη γε γυναικῶν, αἵ μοι ἔασι,
  • ταῦτʼ ἐλθοῦσʼ ἤγγειλε καὶ ἐξ ὕπνου ἀνέγειρεν,