Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. χεῖράς τʼ αἰνύμεναι· τὸν δὲ γλυκὺς ἵμερος ᾕρει
  2. κλαυθμοῦ καὶ στοναχῆς, γίγνωσκε δʼ ἄρα φρεσὶ πάσας.
  1. γρηῢς δʼ εἰς ὑπερῷʼ ἀνεβήσετο καγχαλόωσα,
  2. δεσποίνῃ ἐρέουσα φίλον πόσιν ἔνδον ἐόντα·
  3. γούνατα δʼ ἐρρώσαντο, πόδες δʼ ὑπερικταίνοντο.
  4. στῆ δʼ ἄρʼ ὑπὲρ κεφαλῆς καί μιν πρὸς μῦθον ἔειπεν·
  5. ἔγρεο, Πηνελόπεια, φίλον τέκος, ὄφρα ἴδηαι
  6. ὀφθαλμοῖσι τεοῖσι τά τʼ ἔλδεαι ἤματα πάντα.
  7. ἦλθʼ Ὀδυσεὺς καὶ οἶκον ἱκάνεται, ὀψέ περ ἐλθών.
  8. μνηστῆρας δʼ ἔκτεινεν ἀγήνορας, οἵ θʼ ἑὸν οἶκον
  9. κήδεσκον καὶ κτήματʼ ἔδον βιόωντό τε παῖδα.
  10. τὴν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·