Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. εἴ πώς οἱ εἴξειε θυράων. ἀλλʼ ἄρα μιν φθῆ
  2. Τηλέμαχος κατόπισθε βαλὼν χαλκήρεϊ δουρὶ
  3. ὤμων μεσσηγύς, διὰ δὲ στήθεσφιν ἔλασσεν·
  4. δούπησεν δὲ πεσών, χθόνα δʼ ἤλασε παντὶ μετώπῳ.
  5. Τηλέμαχος δʼ ἀπόρουσε, λιπὼν δολιχόσκιον ἔγχος
  6. αὐτοῦ ἐν Ἀμφινόμῳ· περὶ γὰρ δίε μή τις Ἀχαιῶν
  7. ἔγχος ἀνελκόμενον δολιχόσκιον ἢ ἐλάσειε
  8. φασγάνῳ ἀΐξας ἠὲ προπρηνέα τύψας.
  9. βῆ δὲ θέειν, μάλα δʼ ὦκα φίλον πατέρʼ εἰσαφίκανεν,
  10. ἀγχοῦ δʼ ἱστάμενος ἔπεα πτερόεντα προσηύδα·
  11. ὦ πάτερ, ἤδη τοι σάκος οἴσω καὶ δύο δοῦρε