Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. χάλκεον, ἀμφοτέρωθεν ἀκαχμένον, ἆλτο δʼ ἐπʼ αὐτῷ
  2. σμερδαλέα ἰάχων· ὁ δʼ ἁμαρτῆ δῖος Ὀδυσσεὺς
  3. ἰὸν ἀποπροίει, βάλε δὲ στῆθος παρὰ μαζόν,
  4. ἐν δέ οἱ ἥπατι πῆξε θοὸν βέλος· ἐκ δʼ ἄρα χειρὸς
  5. φάσγανον ἧκε χαμᾶζε, περιρρηδὴς δὲ τραπέζῃ
  6. κάππεσεν ἰδνωθείς, ἀπὸ δʼ εἴδατα χεῦεν ἔραζε
  7. καὶ δέπας ἀμφικύπελλον· ὁ δὲ χθόνα τύπτε μετώπῳ
  8. θυμῷ ἀνιάζων, ποσὶ δὲ θρόνον ἀμφοτέροισι
  9. λακτίζων ἐτίνασσε· κατʼ ὀφθαλμῶν δʼ ἔχυτʼ ἀχλύς.
  10. Ἀμφίνομος δʼ Ὀδυσῆος ἐείσατο κυδαλίμοιο
  11. ἀντίος ἀΐξας, εἴρυτο δὲ φάσγανον ὀξύ,