Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἢ φεύγειν, ὅς κεν θάνατον καὶ κῆρας ἀλύξῃ·
  2. ἀλλά τινʼ οὐ φεύξεσθαι ὀΐομαι αἰπὺν ὄλεθρον.
  3. ὣς φάτο, τῶν δʼ αὐτοῦ λύτο γούνατα καὶ φίλον ἦτορ.
  4. τοῖσιν δʼ Εὐρύμαχος προσεφώνεε δεύτερον αὖτις·
  5. ὦ φίλοι, οὐ γὰρ σχήσει ἀνὴρ ὅδε χεῖρας ἀάπτους,
  6. ἀλλʼ ἐπεὶ ἔλλαβε τόξον ἐΰξοον ἠδὲ φαρέτρην,
  7. οὐδοῦ ἄπο ξεστοῦ τοξάσσεται, εἰς ὅ κε πάντας
  8. ἄμμε κατακτείνῃ· ἀλλὰ μνησώμεθα χάρμης.
  9. φάσγανά τε σπάσσασθε καὶ ἀντίσχεσθε τραπέζας
  10. ἰῶν ὠκυμόρων· ἐπὶ δʼ αὐτῷ πάντες ἔχωμεν
  11. ἀθρόοι, εἴ κέ μιν οὐδοῦ ἀπώσομεν ἠδὲ θυράων,